Digital Corpus for Graeco-Arabic Studies

Galen: De Plenitudine (On Plethora)

Kühn 1824

λέγουσι, τινὲς μὲν ἰχθύων ἀφωνότεροι γίγνονται, τινὲς δὲ οὕτω μακρά τε καὶ ἀλλόκοτα ληροῦσιν, ὡς μὴ παρακολουθῆσαι δύνασθαι τοῖς ὑπ’ αὐτῶν λεγομένοις. ὀλίγιστοι δὲ ἀποκρίνονται, τὸ πολὺ καὶ ὀλίγον ὡς πρὸς τὴν δύναμιν νοεῖσθαι· καὶ εἰ αὖθις αὐτοὺς ἐπανέροιο, τί λέγουσι δύναμιν, ἔνιοι μὲν οὐδ’ ὅλως ἀποκρίνονται· τῶν δὲ τολμησάντων ἀποφήνασθαί τι λέγει μὲν οὐδεὶς οὐδενὶ ταὐτὸν, οἱ πλεῖστοι δὲ πάντα μᾶλλον ἢ δύναμιν ἑρμηνεύουσιν. εἰ δέ τις ἐν αὐτοῖς εὑρεθείη μέχρι τοσούτου φρόνιμος, ὡς ἤτοι δραστικὴν οὐσίαν, ἢ αἰτίαν δραστικὴν εἰπεῖν εἶναι τὴν δύναμιν, εἶτ’ ἐρωτηθείη, πρῶτον μὲν εἰ ἔστι τις οὐσία τοιάδε διοικοῦσα τὸ ζῶον, ἔπειτα εἴπερ ἔστι, καὶ τί ποτέ ἐστιν αὕτη, διελθεῖν, οὐκέτι οὐδ’ οὗτος ἀποκρίνεται ἐρωτώμενος τὸ ἀπορούμενον, ἀλλ’ ἤτοι σιωπᾷ τελέως, ἢ ἐκτοπίζει τὸν λόγον εἰς τοιοῦτον, ὡς βέλτιον ἂν εἴη σιωπᾷν. εἰ δὲ κᾀν τούτοις τις εὑρεθείη μέχρι τοσούτου σωφρονῶν, ὡς ἥτις μέν ἐστιν ἡ οὐσία τῆς δυνάμεως οὐκ ἔχειν εἰπεῖν, ὅτι δὲ ἔστι, ἐκ τῶν ἔργων τεκμαίρεσθαι, πάλιν αὖ καὶ αὐτὸς οὗτος ἐρωτηθεὶς, εἰ τὰ γεγραμμένα τε

Work

Title: Galen: De Plenitudine
English: On Plethora
Original: Περὶ πλήθους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 513-583

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_064.xml [146 Kb]