Digital Corpus for Graeco-Arabic Studies

Galen: De Plenitudine (On Plethora)

Kühn 1824

πρὸς Ἀσκληπιάδου καὶ πολλῶν Ἀσκληπιαδείων τε καὶ μεθοδικῶν ὑπὲρ τοῦ μηδεμίαν εἶναι δύναμιν ἐν τοῖς ζώοις, ἀνεσκέψατό τε καὶ διελύσατο, φαίνεται μηδ’ εἰ λέλεκται πρὸς αὐτῶν ἐπιστάμενος. ἐκείνων δὲ αὖ πάλιν αὐτῶν, ὅσοι τὴν δύναμιν οὐκ εἶναί φασιν, ὅτι μὲν ὡς πρὸς ταύτην ἀρνοῦνται νοεῖσθαί τε καὶ συνίστασθαι τὸ πλῆθος, μᾶλλον εὔδηλον· ἀδύνατον γάρ ἐστι πρὸς τὴν μηδ’ ὅλως ὑπάρχουσαν σχέσιν συστῆναί τε καὶ νοηθῆναι τὸ πλῆθος· ὡς πρὸς τὰς χώρας δὲ τῶν ἀγγείων μόνας ὑπολαμβάνουσι τὸ πολύ τε καὶ ὀλίγον ὑπάρχειν· ἐνίοτε δὲ οὐδὲ τὴν ἀρχὴν ὅλως ὀνομάζουσι πλῆθος, οὐδὲ ἀπ’ αὐτοῦ τινα κενώσεως ἔνδειξιν λαμβάνουσι, ἀλλὰ ἀπὸ μόνης στεγνώσεως, ἣν ὅτι μηδεὶς αὐτῶν ὡσαύτως ἐξηγεῖται, δέδεικται δι’ ἑτέρων. καὶ μὴν καὶ τρίτος τις ἄλλος ἐστὶ χορὸς, οὔτε γινώσκων, εἴτε ἔστιν, εἴτε οὐκ ἔστι τις δύναμις, οὔτε ζητεῖν ὁμολογῶν, ἀλλ’ ἐπί τισιν ἐναργῶς φαινομένοις σημείοις περὶ τὸν κάμνοντα συνισταμένοις, ἐκ πείρας μακρᾶς εὑρῆσθαι φάσκων ἑαυτῷ τὴν κένωσιν· εἶτ’ ἐρωτώμενος ἅττα ποτέ

Work

Title: Galen: De Plenitudine
English: On Plethora
Original: Περὶ πλήθους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 513-583

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_064.xml [146 Kb]