Digital Corpus for Graeco-Arabic Studies

Galen: De Plenitudine (On Plethora)

Kühn 1824

ἐστι τὰ σημεῖα ταῦτα, διάτασιν ἀγγείων φησὶ, καὶ ἔρευθος καὶ βάρος ὅλου τοῦ σώματος, ὄκνον τε πρὸς τὰς κινήσεις καὶ τάσεις τῶν μελῶν. ἔνιοι δὲ αὐτῶν καὶ τὴν ἑλκώδη καὶ κοπώδη προστιθέασιν αἴσθησιν, ἀργόν τε τὸν ἔμπροσθεν βίον ἐν προσφοραῖς ἐδεσμάτων τε καὶ πομάτων πλείοσι, καὶ συνήθων ἐκκρίσεων ἐποχῇ. ἐπὶ ταύτῃ γοῦν τῇ συνδρομῇ, καλοῦσι γὰρ οὕτω τὸ ἄθροισμα τῶν συμπτωμάτων, τετηρῆσθαι φλεβοτομίαν ὠφελοῦσαν. οὗτοι μὲν οὖν οὐ μόνον ἑαυτοὺς, ἀλλὰ καὶ τοὺς ἄλλους ἅπαντας ἀνθρώπους ἀφαιροῦνται τὸν λόγον, ἐκ πείρας εὑρῆσθαι πάντα φάσκοντες· οἱ δ’ ἄλλοι, καθάπερ εἴρηται νῦν δὴ, λόγῳ τε χρῆσθαί φασι, καὶ τὴν δύναμιν οἱ μὲν ὡς οὐδ’ ὅλως ἔστιν, οἱ δὲ ὡς ἔστι μὲν, ἥτις δ’ αὐτῆς ἡ οὐσία, μὴ γινώσκεσθαί φασιν· ὡς ὀλιγίστους εἶναι τοὺς ἀποφήνασθαι τολμῶντας ὕπαρξίν τε καὶ οὐσίαν δυνάμεως. ἀλλὰ καὶ τούτων οὔτε τὸν ἀριθμὸν οὔτε τὴν οὐσίαν ἅπαντες ἀποφαίνονται τὴν αὐτήν· ἀλλὰ καὶ τῶν ἀπολιπόντων ἡμῖν συγγράμματα τινὲς μὲν ἀταλαιπωρότερον ὡς περὶ μιᾶς ἀεὶ διαλέγονται τῆς τὸ ζῶον διοικούσης δυνάμεως,

Work

Title: Galen: De Plenitudine
English: On Plethora
Original: Περὶ πλήθους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 513-583

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_064.xml [146 Kb]