Digital Corpus for Graeco-Arabic Studies

Galen: De Plenitudine (On Plethora)

Kühn 1824

οὐδένα λογισμὸν προστιθέντες· ἔνιοι δὲ ἀποδεικνύειν ἐπιχειροῦσι, καὶ πλείους μιᾶς οὐκ εἶναί φασιν. ὥστ’ ἀναγκαῖον ὅστις ἀποφαίνεται πλῆθος εἶναι κατὰ τὸ σῶμα τοῦ κάμνοντος, ἀποκεχωρηκέναι μὲν ἤδη τοῦτον ἀπό τε τῶν ἐμπειρικῶν ὀνομαζομένων ἰατρῶν ἀπό τε τῶν μεθοδικῶν· ἤτοι δ’ ὡς πρὸς τὴν δύναμιν, ἢ ὡς τὰ ἀγγεῖα λέγειν τὸ πολύ.

Καὶ τοίνυν καὶ ἡμῖν ὁ μὲν πρὸς τοὺς ἐμπειρικούς τε καὶ μεθοδικοὺς ἀναβεβλήσθω λόγος, ἐπὶ δὲ τοὺς ἑτέρους ἴωμεν, ὅσοι σὺν λογισμῷ φασι τὴν τέχνην μεταχειρίζεσθαι. καίτοι γε ἔνιοι τῶν νῦν εἰς τοσοῦτον ἥκουσι τόλμης, ὡς ἐπιγράφεσθαι μὲν ἑαυτοῖς αἱρέσεως ὀνόματα, γινώσκειν δὲ οὐδὲν οὐδὲ ἐκείνων (ἐστὶν) αὐτῶν. ἀκοῦσαι γοῦν ἔστι πολλάκις πολλῶν ἐπὶ μὲν τῶν ἀῤῥώστων λεγόντων, ὡς μεστὸς ὁ ἄνθρωπός ἐστι καὶ φλεβοτομητέον αὐτόν· αὖθις δ’ ἐμπεσόντος λόγου, μεθοδικοὺς ἢ ἐμπειρικοὺς ὀνομαζόντων ἑαυτούς. ἀλλ’ ὅπερ ἔλεγον, ἐπὶ τοὺς ἀναλογισμῷ χρωμένους ἐλθόντες, τοῖς ἐξ αὐτῶν πρώτοις διαλεχθῶμεν, ὅσοι πρὸς τὴν δύναμιν ἀεὶ ἐννοοῦσι τὸ πολύ. κινδυνεύουσι γὰρ οὗτοι 

Work

Title: Galen: De Plenitudine
English: On Plethora
Original: Περὶ πλήθους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 513-583

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_064.xml [146 Kb]