Digital Corpus for Graeco-Arabic Studies

Galen: De Plenitudine (On Plethora)

Kühn 1824

μήτ’ ἀσκοὺς ἑωρακέναι, μήτε θυλάκους ἀμέτρως πεπληρωμένους, ἀλλὰ μηδὲ σιτίου ποτὲ προσενηνέχθαι πλείω τοῦ δέοντος, ὡς διατείνειν τὴν γαστέρα, μηδ’ οὖρον ἠθροικέναι ποτὲ ἐν τῇ κύστει περαιτέρω τοῦ προσήκοντος, ἢ κόπρον ἐν ἀπευθυσμένῳ· διατείνεται γὰρ ἐναργῶς ἐν πάσαις ταῖς τοιαύταις περιστάσεσιν ἕκαστον τῶν εἰρημένων ὀργάνων, ὡς ἀνιᾶσθαι τὸν ἄνθρωπον, ἢν μὴ θᾶττον ἐκκρίνῃ τὸ πλεονάζον. οὐ μὴν οὐδ’ ἡ αὐτή γε αἴσθησις γίνεται τοῦ βαρύνοντος ἢ δάκνοντος, ἢ ἀῤῥήτῳ τινὶ ποιότητι λυποῦντος. ἀκοῦσαι γοῦν ἔστι καὶ τῶν ἰδιωτῶν αὐτὸ τὸ συμβαῖνον αὐτοῖς ἐναργῶς ἑρμηνευόντων, ἄνευ τῆς περὶ τὸ δόγμα φιλονεικίας, ἐνίοτε μὲν ὡς ὑπὸ τροφῆς βαρυνομένων καὶ θλιβομένων, καίτοι γε ἐλάχιστα προσενηνεγμένων· ἐνίοτε δ’ ὡς δάκνοιντό τε καὶ διαβιβρώσκοιντο· πολλάκις δ’ οὐκ ἔχοντες ἀκριβῶς ἑρμηνεῦσαι τὸ συμβαῖνον, ἀσᾶσθαί φασιν. οὐδεμία γὰρ τῶν αἰσθήσεων τούτων ἡ αὐτὴ πρὸς τοῖς ἀνθρώποις γίγνεται, διὰ πλῆθος ἄμετρον ἐδεσμάτων ἐπὶ πλεῖστον ἐκτεταμένης τε καὶ διατεταμένης τῆς γαστρός. ἐπὶ μὲν οὖν τῶν τοιούτων καταστάσεων κινδυνεύειν

Work

Title: Galen: De Plenitudine
English: On Plethora
Original: Περὶ πλήθους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 513-583

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_064.xml [146 Kb]