Digital Corpus for Graeco-Arabic Studies

Galen: De Plenitudine (On Plethora)

Kühn 1824

ῥαγῆναί φασιν αὐτῶν τὴν κοιλίαν, σὺν τῷ καὶ ἡμᾶς ὁρᾷν ἐπὶ πλεῖστον αὐτὴν τεταμένην· ἔνθα δὲ βαρύνεσθαι λέγουσι, προσεσταλμένην ὁρῶμεν ἐνίοτε τὴν γαστέρα. οὕτω δὲ κᾀπὶ τῆς κύστεως ἄλλη μὲν διάθεσίς ἐστι πλεῖστον ὑγρὸν περιεχούσης, ἄλλη δὲ ὀλίγον, ἢ βαρυνομένης. καὶ τοίνυν καὶ τὴν ἔκκρισιν ἐπὶ μὲν τῆς διὰ τὸ πεπληρῶσθαι τεινομένης παμπόλλην ἔστιν ἰδεῖν, ἐπὶ δὲ τῆς βαρυνομένης ὀλιγίστην μὲν, ἀλλὰ πυκνοτάτην· οὐ γὰρ ἀναμένει τὸν τῆς πληρώσεως χρόνον, ἀλλὰ εὐθὺς ἀποῤῥῖψαι ποθεῖ τὸ λυποῦν, ὥσπερ κᾀπειδὰν ὑπὸ τῆς ποιότητος αὐτοῦ δάκνηται. καὶ γὰρ τότε συνεχῆ ποιεῖται τὴν ἔκκρισιν. καὶ γὰρ οὖν καὶ ὁπότε βαρύνεται καθάπερ ὑπὸ φορτίου τοῦ περιεχομένου, τότε οὐκ ἄν τις ὀρθῶς φαίη φαύλως μὲν διακεῖσθαι, εἶναι δὲ αὐτῇ τὸ βαρῦνον πολὺ, κᾂν μηδ’ ὅλως διατείνει τὸν χιτῶνα. ταῦτα πάντως δ’ εἴ τί φασιν οἱ ταύτης τῆς δόξης ἡγεμόνες, ἀρνουμένων τῶν τἀναντία γιγνωσκόντων, αὖθις ἐρωτητέον ἀμφοτέρους, εἰ τὴν αὐτὴν ἀνίαν ἡ κύστις ἀνιᾶται διατεινομένη πανταχόσε καὶ κινδυνεύουσα

Work

Title: Galen: De Plenitudine
English: On Plethora
Original: Περὶ πλήθους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 513-583

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_064.xml [146 Kb]