Digital Corpus for Graeco-Arabic Studies

Galen: De Plenitudine (On Plethora)

Kühn 1824

ῥαγῆναι, τῷ μηκέτι στέγειν τὸ περιεχόμενον, καὶ βαρυνομένη τε καὶ δακνομένη. ἐνταῦθα γὰρ πάλιν οἱ μὲν πρὸς τὰς εὐρυχωρίας τῶν ἀγγείων ἀεὶ τὸ πλῆθος νοοῦντες ἑτοίμως συγχωροῦσιν· οἱ δ’ ὡς πρὸς τὴν δύναμιν, ἄχθονταί τε πρὸς τοῖς τοιούτοις ἐρωτήμασιν, ὀργίζονταί τε πολυειδῶς ἀντιτείνοντες ἄνω καὶ κάτω, διὰ τὸ μὴ βούλεσθαι συγχωρῆσαι καὶ τοῦτ’ εἶναι πλῆθος. ἡμεῖς οὖν ἀμφοτέρους τε εὐξάμενοι παύσασθαι τῆς φιλονεικίας, εἰς ὁμόνοιαν παρεκαλέσαμεν τοὺς ὅσοι μὲν οὐχ ἡγοῦνται λέγεσθαι τὸ πλῆθος οὐδέποτε πρὸς τὴν χώραν τοῦ περιέχοντος, οἷς δὴ καὶ πρώτοις ὑπηρξάμεθα διαλέγεσθαι, συγχωρῆσαι τοῖς ἀληθέσι παρακαλοῦντες, ἀναμνησθέντας τοῦ ἐν τῷ διατείνεσθαι τὰ πεπληρωμένα μόρια λυπεῖσθαι· ὅσοι δὲ οὕτω μόνον συνίστασθαι πλῆθος νομίζουσι, συγχωρῆσαι τὸ βαρῦνον εἶναι τῷ βαρυνομένῳ πολύ. πάλιν δὲ ἑκατέρους τοῖς ἐναργῶς φαινομένοις δυσωποῦντες, ἀναμνήσωμεν ἰδίᾳ μὲν τοὺς ὡς πρὸς τὴν δύναμιν μόνον νοεῖσθαι φάσκοντας τὸ πολὺ, τοῦ περιτοναίον ῥαγέντος ἢ ἀνευρυνθέντες ὑπὸ πλήθους ἐδεσμάτων, ὑποδείξωμέν τε κᾀπὶ τῶν ἐκτὸς ἀσκοὺς καὶ κύστεις

Work

Title: Galen: De Plenitudine
English: On Plethora
Original: Περὶ πλήθους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 513-583

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_064.xml [146 Kb]