Digital Corpus for Graeco-Arabic Studies

Galen: De Plenitudine (On Plethora)

Kühn 1824

τοῦτο πάσχοντας, ἐνίοτε δὲ καὶ τοὺς πίθους αὐτοὺς, ὅταν πνευματικὸν βίαιον ᾖ τὸ πλῆθος. ἐρωτήσωμεν δὲ περὶ τῶν ἀναβηξάντων ἐκ πνεύμονος αἷμα καὶ διὰ ῥῆξιν ἀγγείου, χωρὶς πληγῆς, ἢ καταπτώσεως, ἤ τινος ἑτέρας ἔξωθεν βίας τοιαύτης, εἰ μηδὲ οὗτοι δοκοῦσιν αὐτοῖς ὑπὸ πλήθους παμπόλλου διατείνοντος τὸ ἀγγεῖον οὕτω παθεῖν. ἰδίᾳ δ’ αὖ πάλιν ἀναμνήσωμεν τοὺς ἑτέρους, ὡς οὐ ταὐτὸ δύναται βάρος βαστάζειν εὐέκτης νεανίσκος καὶ παιδίον κομιδῇ μικρόν· ὃ γὰρ ἂν, οἶμαι, βαρύτατον ᾖ τῷ παιδίῳ, κουφότατόν ἐστι τῷ νεανίσκῳ· πότερον οὖν οὔτε φορτίον ὅλως ἐροῦμεν, ὃ μὴ δύναταί τις βαστάζειν, οὐδὲ πολὺ τὸ οὕτως βαρῦνον; ἢ φορτίον μὲν καὶ βαρὺ, πλῆθος δ’ ὀνομάζειν οὐ συγχωρήσομεν; ἀλλ’ οὕτως μὲν οὐχ ὑπὲρ πράγματος, ἀλλ’ ὑπὲρ ὀνόματος ἡ ἀμφισβήτησις ἔσται. κατὰ δὲ τὸν ἕτερον τρόπον οὐδ’ ἄνθρωπος εἶναί σοι δόξειεν ὁ μηδ’ ὅλως φάσκων βαρύνεσθαι μηδέποτε, μηδ’ ἂν εἴκοσι τάλαντα κατὰ τὸν ὦμον ἐπιθῇς αὐτοῦ. πρὸς δὲ τοὺς ἑαυτοὺς ὑποθέντας δουλείῳ δόγματι οὐδὲν ἱκανόν. ἐάσαντες οὖν ἤδη τούτους, μᾶλλον δ’, εἰ χρὴ

Work

Title: Galen: De Plenitudine
English: On Plethora
Original: Περὶ πλήθους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 513-583

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_064.xml [146 Kb]