De Plenitudine (On Plethora)
Kühn 1824
τἀληθὲς εἰπεῖν, ἀπαλλάττεσθαι παρακελεύσαντες, ὅστις ἂν ἐλεύθερος ᾖ καὶ ἀληθείας ἑταῖρος, ἐκείνῳ διαλεξώμεθα.
Δύο γὰρ ἐννοίας τε καὶ σχέσεις ὑπεθέμεθα τοῦ πλήθους, τὴν μὲν ὡς πρὸς ἰσχὺν καὶ δύναμιν τοῦ βαστάζοντος αὐτὸ, τὴν δὲ ὡς πρὸς τὴν ὑποδεχομένην χώραν. καὶ ὑποθέμενοι δὲ ταῦτα, ὁπόσαι τέ εἰσιν ἅπασαι τοῦ ζώου δυνάμεις, ὅπως τε τὸ καθ’ ἑκάστην αὐτῶν πλῆθος ἢ γνωριοῦμεν, ἢ θεραπεύσομεν, ἐπισκεψώμεθα· πρὸς τούτοις δ’ ἔτι πόσα τὰ σύμπαντά ἐστιν εἴδη τῶν ὑγρῶν αὐτῶν, ἤτοι τῶν βαρυνόντων τὴν δύναμιν, ἢ μὴ στεγόντων ἐν τοῖς ἀγγείοις. ἐν τούτοις γὰρ εἶναι χρὴ φιλόπονόν τε καὶ μέγαν τὸν ἰατρὸν, οὐκ ἐν τῷ καταφρονεῖν τῶν ἐναργῶν, ἃ πάσης ἀποδείξεώς εἰσιν ἀρχαί. ἀλλ’ οὐδὲν ἴσως θαυμαστὸν ἀγνοεῖσθαι καὶ αὐτὸ τοῦτο τοῖς μηδὲν ὑπὲρ ἀποδείξεως ἐξητακόσι, μήτε εὑροῦσι, μήτε μαθοῦσι, μήτε ἀσκήσασιν. οὕτω γοῦν εὐήθεις εἰσὶν, ὥστε καὶ νῦν ὁμιλῶν τις τοῖσδε τοῖς γράμμασιν ἐλπίζει πρῶτον μὲν ἀποδεῖξαί με κατὰ τόνδε τὸν λόγον ἃ χρὴ πάντως ἐπίστασθαι τὸν μέλλοντά τι περὶ πλήθους
Work
Title: De Plenitudine
English: On Plethora
Original: Περὶ πλήθους
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 513-583
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_064.xml [146 Kb]