Digital Corpus for Graeco-Arabic Studies

Galen: De Plenitudine (On Plethora)

Kühn 1824

πραγματείαις, ἑκατέρου τε τοῦ κατὰ τὸ πλῆθος γένους, ἑκάστου δὲ τῶν καθ’ ἑκάτερον ἰδίᾳ. ἑκατέρου μὲν οὖν λέγω, τοῦ τε πρὸς τὴν δύναμιν καὶ τοῦ κατὰ τὸ ἔγχυμα· καλοῦσι γὰρ οὕτω τὸ ἕτερον γένος τοῦ πλήθους, ὃ τῇ περιεχούσῃ χώρᾳ μετρεῖται, συνιστάμενον οὐκ ἐν τοῖς ζώοις μόνον, ἀλλὰ καὶ ἐν τοῖς ἀψύχοις οὐδὲν ἧττον, ὑφάσμασί τε καὶ πλοκάμοις, καὶ δέρμασι, καὶ ἀγγείοις κεραμέοις τε καὶ χαλκέοις καὶ σιδηροῖς, ὅσα τ’ ἐκ χαλκοῦ καὶ ἀργύρου καὶ κασσιτέρου γίγνεται. καὶ γὰρ καὶ ταῦτα ῥήγνυται, κατακλεισθείσης ἐν αὐτοῖς πνευματώδους οὐσίας πολλῆς, εἰ μὴ ἄρα τις ἐθέλοι καὶ τὸ τοιοῦτον πλῆθος ὡς πρὸς τὴν συνεκτικὴν συνίστασθαι δύναμιν, ἐπιλαθόμενος ἧς κατ’ ἀρχὰς ἐννοίας ἐμνημονεύσαμεν ἐπὶ τῷ τῆς δυνάμεως ὀνόματι, φάσκοντες αὐτὴν αἰτίαν εἶναι δραστικὴν, ὡς οὐδὲν διαφέρον εἰπεῖν ἤτοι δραστικὴν, ἢ ποιητικήν. οὐδ’ εἴ τις οὐσίαν ἐθέλοι λέγειν οὐκ αἰτίαν εἶναι ποιητικὴν τὴν δύναμιν, ἀντιλέγομεν, ἀλλ’ ἐκεῖνο μόνον ἐν τῷ λόγῳ φυλάττεσθαι βουλόμεθα τὸ δραστικήν τε καὶ ποιητικὴν λέγεσθαι, μὴ παθητικήν τε καὶ ὑλικὴν ἤτοι γε

Work

Title: Galen: De Plenitudine
English: On Plethora
Original: Περὶ πλήθους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 513-583

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_064.xml [146 Kb]