Digital Corpus for Graeco-Arabic Studies

Galen: De Plenitudine (On Plethora)

Kühn 1824

αἰτίαν ἢ οὐσίαν εἶναι τὴν δύναμιν. εἰ γὰρ δὴ τοῦτό γε φυλάττοιτο, πρόδηλον, ὡς ἐνεργείας τινὸς ἡ δύναμις αἰτία γενήσεται· τὴν δ’ ἐνέργειαν ἀνάγκη δήπου καὶ αὐτὴν εἶναι κίνησιν ἐκ τοῦ ποιοῦντος εἰς τὸ πάσχον, ὥσπέρ γε καὶ τὸ πάθος τὴν ἐν τῷ πάσχοντι κίνησιν ἐκ τοῦ ποιοῦντος· (εἰς τὸ πάσχον) ὥσθ’ ἣ γε νόησις ἐν τῷ πρὸς τὶ τῆς δυνάμεως, ἣ θ’ ὕπαρξις ἐν τῇ πρὸς ἕτερον σχέσει. ποιεῖν δ’ εἰς ἑαυτὸ λέγειν ὁτιοῦν, ἢ ἐνεργεῖν εἰς ἑαυτὸ, παρὰ τὴν ἔννοιάν ἐστιν· οὕτως οὖν καὶ συνέχειν ἑαυτό. καὶ γὰρ οἱ μάλιστα εἰσηγησάμενοι τὴν συνεκτικὴν δύναμιν, ὡς οἱ Στωϊκοὶ, τὸ μὲν συνέχον ἕτερον ποιοῦσι, τὸ συνεχόμενον δὲ ἄλλο· τὴν μὲν γὰρ πνευματικὴν οὐσίαν τὸ συνέχον, τὴν δὲ ὑλικὴν τὸ συνεχόμενον, ὅθεν ἀέρα μὲν καὶ πῦρ συνέχειν φασὶ, γῆν δὲ καὶ ὕδωρ συνέχεσθαι. καίτοι γε ἔνιοι τῶν νῦν Ἡροφιλείους ἑαυτοὺς ὀνομαζόντων, οὐδ’ ὄναρ ἀκηκοότες ταῦτα, τολμηρῶς ἀποφαίνονται (τε) περὶ τῆς συνεκτικῆς δυνάμεως· εἰ μὲν ἀὴρ, ἢ πῦρ, ἢ τὸ συναμφότερόν ἐστι τὸ συνέχον τοὺς λίθους τε καὶ τὰ ξύλα, καὶ τἄλλα ὅσα τοιαῦτα, μὴ γινώσκειν ὁμολογοῦντες·

Work

Title: Galen: De Plenitudine
English: On Plethora
Original: Περὶ πλήθους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 513-583

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_064.xml [146 Kb]