Digital Corpus for Graeco-Arabic Studies

Galen: De Plenitudine (On Plethora)

Kühn 1824

ἀποφαινόμενοι δὲ ἁπλῶς, ὅτι δύναμίς τίς ἐστιν ἡ συνέχουσα τὰ τοιαῦτα πάντα, διαλυθῆναι γὰρ ἂν καὶ διαῤῥυῆναι, μηδενὸς αὐτὰ συνάγοντός τε καὶ σφίγγοντος· εἶτ’ ἐρωτηθέντες εἰ καὶ τοιούτῳ τινὶ τολμῶσιν ἀξιώματι χρήσασθαι κατὰ τὸν λόγον, ὡς ἅπαντα τὰ ὄντα δεῖται τοῦ συνέχοντος, ἢ μὴ, παραχρῆμα μὲν ἑτοίμως ἀποφαίνονταί τε καὶ καταφάσκουσι τὴν ἐρώτησιν· ἀπαχθέντες δ’ ἐντεῦθεν ἐπ’ ἄτοπον, ἀνατίθενται εἰς τὰ εἰρημένα, καὶ ἀγανακτοῦσι τοῖς ἐρωτῶσιν ὡς περιέργοις τε καὶ σοφισταῖς. ἤσκηται γὰρ εἴ πέρ τι ἄλλο καὶ τοῦτο τοῖς νῦν ἰατροῖς, ἀποφαίνεσθαι μὲν ὑπὲρ τῶν μεγίστων δογμάτων ἑτοίμως, ἐξελεγχομένοις δὲ ἄχθεσθαί τε καὶ τοὺς ἐλέγχοντας ἀποκαλεῖν σοφιστάς. ὅπως τοίνυν ἀναγκαῖόν ἐστιν εἰς ἄτοπόν τι λόγον ἀχθῆναι, θεμένων ἡμῶν ἅπαν τὸ ὂν δεῖσθαι συνεκτικῆς αἰτίας, ἤδη σοι δίειμι τὴν συνεκτικὴν αἰτίαν, ἥτις ποτ’ ἐστὶν, οὐ γὰρ ὁμολογοῦσιν αὐτὴν οἱ Ἡροφίλειοι γιγνώσκειν, ἆρά γε ἐκ τῶν ὄντων τὶ καὶ αὐτοὶ ὑπολαμβάνουσιν ἢ τῶν οὐκ ὄντων; εἰ μὲν γὰρ τῶν οὐκ ὄντων τὶ, θαυμάζω τὴν

Work

Title: Galen: De Plenitudine
English: On Plethora
Original: Περὶ πλήθους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 513-583

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_064.xml [146 Kb]