Digital Corpus for Graeco-Arabic Studies

Galen: De Plenitudine (On Plethora)

Kühn 1824

Ἀπολιπόντες οὖν καὶ τούτους αὖθις λέγωμεν, ὡς τὸ μὲν διατείνεσθαι καὶ ῥήγνυσθαι διὰ πλῆθος αὐτῶν τῶν περιεχόντων ἀγγείων ἐστὶ πάθος, οὐ δυνάμεώς τινος· τὸ δὲ βαρύνεσθαι δυνάμεως αἰσθητικῆς· οὐ γὰρ δὴ ἁπλῶς γε ταύτης πάσης οὐδὲ τοῦτο, τῆς γέ τοι φυσικῆς δυνάμεως οὐκ ἔστι πάθος τὸ βαρύνεσθαι. εἴπερ οὖν ὀρθῶς ἀπεδείξαμεν ἐν τῇ τῶν φυσικῶν δυνάμεων πραγματείᾳ, τὴν μέν τινα τῶν οἰκείων ἑλκτικὴν εἶναι δύναμιν, ἑτέραν δὲ αὐτῶν τούτων ἀλλοιωτικὴν, ἄλλην δὲ καθεκτικὴν εἶναι δύναμιν, καὶ τετάρτην ἀποκριτικὴν τῶν ἀλλοτρίων, ἕτερ’ ἄττα χρὴ ζητεῖν γνωρίσματα τοῦ πρὸς ἑκάστην τῶν εἰρημένων δυνάμεων πλήθους, ὡς οὐχ ἱκανοῦ τοῦ βάρους ὑπάρχοντος. οὐ γὰρ ὥσπερ ἡ ἄῤῥωστος γαστὴρ αἰσθάνεται τῶν βαρυνόντων αὐτὴν, διὰ τὸ περιττὸν τῆς αἰσθήσεως, οὕτω καὶ ἡ φλὲψ καὶ ἡ ἀρτηρία τὴν αὐτὴν αἴσθησιν ἔχουσιν, ἀλλ’ ἑτέραν. εἴπερ ἄρα γένος οὐ ταὐτὸν κατὰ τὰ νεῦρα, μακροτέρου λόγου δεόμενον εἰς δήλωσίν τε καὶ πίστιν. τοῦ μὲν οὖν κατὰ τὰς ἀρτηρίας πλήθους, ὡς πρὸς τὴν δύναμιν αὐτῶν, ἐπιστημονικὰ γνωρίσματα

Work

Title: Galen: De Plenitudine
English: On Plethora
Original: Περὶ πλήθους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 513-583

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_064.xml [146 Kb]