Digital Corpus for Graeco-Arabic Studies

Galen: De Plenitudine (On Plethora)

Kühn 1824

διὰ τῆς περὶ τῶν σφυγμῶν εἴρηται πραγματείας, ἴσασι δὲ οὐδὲ τούτων οὐδὲν οἱ ῥᾳδίως ὀνομάζοντες ὁσημέραι πλῆθος· οὐ μὴν τοῦ γε πρὸς τὰς φλέβας αὐτὸς ἐξεῦρον ἐπιστημονικόν τι σημεῖον, ἢ παρ’ ἑτέρῳ γεγραμμένον εὑρεῖν ἠδυνήθην, ὅπου γε τὴν ἀρχὴν οὐδὲ διωρίσατό τις ἡμῶν πρότερος οὐδ’ αὐτὰς τὰς δυνάμεις ἐπιστημονικῶς. ἐπ’ ὀλίγον μὲν γὰρ ἥψαντο τῆς θεωρίας αὐτῶν οἱ περὶ Φίλιππόν τε καὶ Ἀρχιγένην, τελέως δὲ οὐδὲ τούτων οὐδεὶς ἐξειργάσατο. ζητεῖ δὲ ὁ λόγος ὁ νῦν ἐνεστηκὼς οὐ ταῦτα μόνον, ἀλλὰ καὶ τὸ καθ’ ἕκαστον μόριον πλῆθος, οἷον τὸ καθ’ ἧπαρ, ἢ καρδίαν, ἢ νεφροὺς, ἢ κῶλον, ἢ ἐγκέφαλον, ἢ ὀστοῦν. ὅσα μὲν οὖν αὐτῶν ἤτοι δυσαίσθητά ἐστιν ἢ ἀναίσθητα, ταῦτα μὲν οὐκ ἂν ὡσαύτως αἰσθητὰ γαστρὶ καὶ κύστει τῶν ἐν αὐτοῖς περιττῶν, ἀλλὰ τὰ μὲν οὐδ’ ὅλως, τὰ δὲ ἤτοι παντάπασιν ἀμυδρῶς, ἢ οὐδ’ ὅλως· παντάπασι μὲν ἀμυδρῶς, ὡς ἐπὶ παμπόλλῳ πλήθει, οὐδ’ ὅλως δ’, ὡς ἐπ’ ὀλίγῳ. καὶ γὰρ καὶ πνεύμονι καὶ ἥπατι καὶ νεφροῖς ἐγγίνεται βάρους αἴσθησις ἐνίοτε, καί τις ὀστοῦν ᾔσθετο βαρυνόμενος, ἀμυδρᾷ καὶ αὐτὸς αἰσθήσει· κατὰ τὸν

Work

Title: Galen: De Plenitudine
English: On Plethora
Original: Περὶ πλήθους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 513-583

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_064.xml [146 Kb]