Digital Corpus for Graeco-Arabic Studies

Galen: De Plenitudine (On Plethora)

Kühn 1824

ἐγκέφαλον δὲ βάρη διασημαίνει πολλάκις οὐκ ἀμυδρὰ μόνον, ἀλλ’ ἔστιν ἐνίοτε καὶ πάνυ σαφῆ. τοῖς δὲ ἀναισθήτοις μορίοις οὐκ ἐνδέχεται γίγνεσθαί τινα αἴσθησιν οὔτε βάρους οὔτ’ ἄλλου συμπτώματος οὐδενός· ἀναίσθητα δ’ ἔοικεν ὑπάρχειν ἔνια τῶν ὀστῶν, καὶ ἡ πιμελὴ, καί τινες τῶν ἀδένων, εἰ μὴ ἄρα καὶ οἱ μυελοὶ πάντες ἐκ τῶν ἀναισθήτων εἰσίν· ἐγκέφαλος γοῦν καὶ νωτιαῖος, ὡς ἔνιοί φασιν, ἐκ τῶν αἰσθητικῶν εἰσι. βεβαίως δ’ ἄν τις ἀποφαίνοιτο κατὰ τῆς περὶ τὰ κυρτὰ τοῦ ἥπατος σαρκὸς, ἣν οἱ πολλοὶ τῶν ἰατρῶν παρέγχυμα προσαγορεύουσιν· οὐδὲ γὰρ ὅλως εἰς αὐτὴν οὐδαμόθεν ἐμφύεται νεῦρον· ἀπορήσειε δ’ ἄν τις καὶ περὶ τῆς ἐν τοῖς σιμοῖς. οὕτω γάρ ἐστι βραχέα τὰ κατὰ τὰς πύλας ἐμφυόμενα τῷ ἥπατι, ὥστε φαίνεσθαι τὸν ὑμένα μόνον αὐτοῦ διαπλέκοντα. καὶ μὴν καὶ κατὰ σπλῆνα καὶ νεφροὺς ὡσαύτως ἀπορήσειεν ἄν τις, ἔτι τε μᾶλλον ἐν πνεύμονι, καὶ τάχα ἄν τις ἐν τούτοις τοῖς σπλάγχνοις ᾖ τοῦ βάρους αἴσθησις, οὐκ αὐτῶν τῶν σπλάγχνων, ἀλλὰ τῶν περιεχόντων αὐτὰ χιτώνων καὶ ὑμένων εἶναι λεχθείη, καὶ μάλιστα ἐπὶ πνεύμονός τε καὶ

Work

Title: Galen: De Plenitudine
English: On Plethora
Original: Περὶ πλήθους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 513-583

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_064.xml [146 Kb]