Digital Corpus for Graeco-Arabic Studies

Galen: De Plenitudine (On Plethora)

Kühn 1824

ἥπατος, ἐξηρτημένων τε καὶ κρεμαμένων, καὶ οὐχ ἑδραίως ἐστηριγμένων. ἐναργῶς γὰρ οἱ κάμνοντες αἰσθάνονται πολλάκις ἄνω πρὸς τῇ κλειδὶ τάσεώς τινος, ὡς ἐπὶ τοῖς κατὰ τὸ ἧπαρ ὄγκοις, αὐτοῦ τε τοῦ σπλάγχνου βαρέος· ὡς εὐτυχὴς δέ τις, ὃς οὐκ ᾔσθετο καθ’ ὅλον ἑαυτοῦ τὸν βίον, οὕτω συνεχῶς ἅπασι γιγνομένου. λέγει δέ που καὶ Ἱπποκράτης, ἐς νεφρὸν ὀδύνη βαρείη, ὥσπέρ γε καὶ κατὰ πνεύμονα γίγνεται βάρος· εἴρηται δὲ σχεδὸν ἅπασι τοῖς ἰατροῖς, ὅταν ἁλῷ φλεγμονῇ τὸ σπλάγχνον. ἀλλ’ οὐδὲν τούτων ἐζητηκότες οἱ πλεῖστοι τῶν ἰατρῶν, ἔνιοι δὲ οὐδ’ ὅτι δύναται μὲν ποτὲ καθ’ ὅλον τὸ ζῶον εἶναι τὸ πλῆθος, ἐγχωρεῖ δὲ καὶ περὶ ἔν ὁτιοῦν μόριον ἢ καὶ πλείω, προπετῶς ἀποφαίνονται περὶ πλήθους. ἀλλ’ εἰ βούλει κατὰ τὸ παρὸν ἐάσαντες ἁπάσας ταύτας τὰς ἀπορίας, ἐν τοῖς εὐπορωτέροις γυμνασθῶμεν.

Εὐπορώτερον δ’ εἶναί μοι δοκεῖ, πάλιν ἀπὸ βάρους ἄρξασθαι· φαίνεται γὰρ τοῦτο τοῦ πρὸς τὴν αἰσθητικὴν δύναμιν πλήθους ἐναργέστατον εἶναι γνώρισμα. πότερον 

Work

Title: Galen: De Plenitudine
English: On Plethora
Original: Περὶ πλήθους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 513-583

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_064.xml [146 Kb]