Digital Corpus for Graeco-Arabic Studies

Galen: De Plenitudine (On Plethora)

Kühn 1824

οὖν ἀληθές ἐστιν ἀποφαίνεσθαι τῷ πλήθει βάρος ἀκολουθεῖν ἔξ ἀνάγκης, ἢ τὸ βάρος ἀνάγκῃ προηγεῖσθαι πλήθους; οὐ γὰρ δή γε ταὐτόν ἐστιν, ἢ ἀκολουθεῖν ἐν τῷ λόγῳ τὸ βάρος, ἢ προηγεῖσθαι. ἀληθὲς μὲν γὰρ, ὅτῳ πλῆθος ὑγρῶν τινῶν ἐστιν ἐν τῷ σώματι, τούτῳ βάρους αἴσθησιν ὑπάρχειν, ἐν ἐκείνοις τοῖς μέρεσι δηλονότι, ἐν οἷσπερ ἂν ᾖ τὸ πλῆθος, αἰσθητικοῖς ὑπάρχουσιν· οὐκ ἀληθὲς δὲ τὸ, βάρους ὄντος ἔν τινι μέρει, πλῆθος ὑπάρχειν ἐν ἐκείνῳ χυμῶν. ἐγχωρεῖ γὰρ, ὑπὸ τῶν στερεῶν μορίων βαρύνεσθαι τὴν δύναμιν ἀῤῥωστοῦσαν, ὡς ἐν ταῖς παραλύσεσιν. ὑπὸ γὰρ (τῆς) τῶν μυῶν (ἐν) ὅλου κώλου κινουμένου, τῶν μυῶν ἀῤῥώστων γινομένων κινεῖν καὶ μεταφέρειν αὐτὸ, βάρους αἴσθησις γίγνεται τοῖς παραλυομένοις. οὐ γὰρ ἑαυτῷ βαρὺ φαίνεται τὸ ἀῤῥωστοῦν, οἷον ὁ μῦς, ἢ τὸ νεῦρον, ἢ ὅλως ὅ τι περ ἂν ᾖ σῶμα τὸ πρώτως κινοῦν τὰ μόρια, ἀλλὰ τοῦτο τὸ πάθημα τὸ λεγόμενον βάρος ἐξ ἑτέρου τε πέφυκεν ἑτέροις ἐγγίνεσθαι, αὐτό τε καθ’ ἑαυτὸ τὸ νεῦρον, ἢ ὁ τένων, ἢ ὁ μῦς, ἢ ὅ τι περ ἂν ᾖ τὸ κινοῦν ἡμᾶς, ἀτονώτερον μὲν αὐτοῦ

Work

Title: Galen: De Plenitudine
English: On Plethora
Original: Περὶ πλήθους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 513-583

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_064.xml [146 Kb]