Digital Corpus for Graeco-Arabic Studies

Galen: De Plenitudine (On Plethora)

Kühn 1824

γίγνεσθαι καὶ ἀσθενέστερον ἐγχωρεῖ, βαρύνειν δὲ ἑαυτὸ, τῶν ἀδυνάτων ἐστίν. εὐτονώτερον μὲν οὖν γιγνόμενον, ἰσχυροτέρας τὰς ἐνεργείας ποιήσεται τῶν ἔμπροσθεν· ἀτονώτερον δὲ ἀσθενεστέρας. οἷον ὁ μῦς, εἴπέρ γε οὗτός ἐστιν ὁ κινῶν τὸ σκέλος, ὑγιαίνων μὲν ἐπισπάσεται σφοδρῶς ἐκεῖνο τοῦ κώλου τὸ μέρος, εἰς ὃ καταπέφυκεν, εὐεκτῶν δὲ σφοδρότατα, καὶ νοσῶν μὲν, ἀσθενῶς, ἔκλυτος δὲ τὴν δύναμιν ὑπάρχων, ἀμυδρῶς. εἰ δὲ οὐχ ὁ μῦς ἐστιν, ἀλλὰ τὸ νεῦρόν γε τὸν μῦν αὐτὸν κινοῦν, ἐκείνου πάλιν ὑγεία καὶ νόσος, εὐεξία τε καὶ ἀῤῥωστία, ταῦτα ἐργάσεται περὶ τὸ κῶλον, ἅπερ ὁ μῦς ἐλέχθη ποιεῖν. οὕτω δὲ εἰ καὶ τὸ πνεῦμα τὸ πρῶτόν ἐστι τῶν κινούντων τὸ σκέλος, ἐπ’ ἐκείνου ταῦτα λεχθήσεται. φέρε τοιγαροῦν ἕνεκα σαφηνείας κείσθω ταῦθ’ ἡμῖν, ὑπὸ μὲν τοῦ πνεύματος τοῦ διὰ τῶν νεύρων φερομένου κινεῖσθαι τὸν μῦν, ὑπὸ δὲ τοῦ μυὸς, πρώτην μὲν τὴν κνήμην, εἰς ἣν ὁ μῦς ἐμπέφυκεν, εἶτα δι’ ἐκείνης τὴν κατὰ γόνυ διάρθρωσιν, ἐφ’ ἣν τὸ σκέλος ὅλον ἐμπέφυκεν. ἀληθῶς γὰρ ἄν τις ἐπὶ ταύταις ταῖς ὑποθέσεσι λέγοι καὶ τὸν μῦν αὐτὸν βάρος γίγνεσθαι τῷ ἀῤῥώστῳ πνεύματι, καὶ σὺν αὐτῷ τὸ κῶλον ὅλον, οἷον εἰ

Work

Title: Galen: De Plenitudine
English: On Plethora
Original: Περὶ πλήθους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 513-583

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_064.xml [146 Kb]