Digital Corpus for Graeco-Arabic Studies

Galen: De Plenitudine (On Plethora)

Kühn 1824

τύχοι τὴν κνήμην· εἰ δέ γε τὸ νεῦρον ὑποθώμεθα κινεῖσθαι πρὸς τοῦ πνεύματος, ὑπὸ νεύρου δὲ τὸν μῦν, εἶτ’ αὖθις ὑπὸ τοῦ μυὸς τὴν κνήμην, ὑπὸ πάντων τῶν εἰρημένων βαρυνθήσεται τὸ πνεῦμα τὸ ἄῤῥωστον. ὥστ’ ἤδη μὲν κᾀνταῦθα δῆλον, ὡς οὐχ οἷόν τε διαγνῶναι τὸ πρῶτον βαρῦνόν τε καὶ βαρυνόμενον, ἄνευ τοῦ προεγνωκέναι τὸ πρῶτον κινοῦν ἕκαστον τῶν ἐν ἡμῖν μορίων. ἀλλὰ καὶ τοῦτο μὲν αὖθις ἀκριβέστερον ἐπισκεψόμεθα, ὑπὲρ οὗ δὲ ὁ λόγος ἦν περαινέσθω. γενήσεται δὲ ἕνεκα σαφηνείας ἡ διέξοδος ἅπασα μεθ’ ὑποθέσεως. ὑποκείσθω τοίνυν ὁ μῦς εἶναι τὸ πρῶτον κινοῦν ἑαυτόν τε καὶ τὸ τῆς κνήμης ὀστοῦν. ἑαυτῷ μὲν οὖν οὐδὲ πώποτ’ ἐστὶ βαρὺς, οὐδ’ ὅταν ἀτονώτατος ὑπάρχῃ, βαρύνει δὲ αὐτὸν ἡ κνήμη· πότερον δὲ κινεῖσθαι μόνον ἐφιέμενον, ἢ κᾂν ἡσυχάζῃ, σκέψεως ἑτέρας οὐ μικρᾶς ᾖ, διωρισμένης ἡμῖν ἐν τοῖς περὶ μυῶν κινήσεως, ἧς ἄνευ σκέψεως οὔτε διάθεσιν οὔτε πεπονθότα τόπον ἀκριβῶς ἔστι διαγνῶναι κατὰ τὰς τοῦ βάρους αἰσθήσεις, αὐτίκα γέ τοι τισὶ μὲν ἤτοι κῶλον ἕν ἢ καὶ

Work

Title: Galen: De Plenitudine
English: On Plethora
Original: Περὶ πλήθους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 513-583

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_064.xml [146 Kb]