Digital Corpus for Graeco-Arabic Studies

Galen: De Plenitudine (On Plethora)

Kühn 1824

σύμπαν τὸ σῶμα βαρύνεται κινεῖσθαι προῃρημένοις, ἡσυχάζουσι δὲ οὐδεμία βάρους αἴσθησις γίγνεται· τινὲς δὲ καὶ πρὸ τοῦ κινεῖσθαι βαρύνεσθαί φασι. τίς οὖν ἑκατέρων τούτων ἡ διάθεσις, ἀμήχανον γνῶναι, πρὶν ἐξευρεῖν τὰ κινοῦντά τε καὶ κινούμενα σώματα καθ’ ὅλον τὸ σκέλος. εἰ μὲν γὰρ αἱ τῶν νεύρων ἶνες αἱ κατὰ τὸν μῦν εἰσιν αἱ πρῶται κινούμεναι, συγκινεῖται δὲ ταύταις ἐν αὐτῷ τό τε ὑμενῶδες γένος καὶ τὸ φλεβῶδες καὶ τὸ ἀρτηριῶδες, ἔτι δ’ οἱ σύνδεσμοι, βάρους μὲν αἴσθησις αὐτῷ γενήσεται καὶ διὰ ταῦτα καὶ δι’ ἄλλα πάντα τὰ καθ’ ὅλον τὸ κῶλον. ἐπισκεψόμεθα δὲ καὶ διοριούμεθα, πότε μὲν ἐνεργοῦντος καὶ κινουμένου τοῦ κώλου τὸ βάρος ἔσται, πότε δ’ ἡσυχάζοντος. εἰ δὲ καὶ τὸ τῶν συνδέσμων ἐν αὐτῷ γένος ἅμα τῷ σαρκώδει κινεῖται, ταῦτα γάρ ἐστιν ἡ οἰκεία τοῦ μυὸς οὐσία, δι’ οὐδὲν μὲν τούτων οὐδέποτε γένοιτ’ ἂν ἡ τοῦ βάρους αἴσθησις· ἤτοι δὴ ἐκ τῶν φλεβῶν, ἢ ἐκ τῶν ἀρτηριῶν, ἢ ἐκ τῆς πιμελῆς, ἢ ἐκ τῶν ὀστῶν, ἢ ἔκ τινων, ἢ ἐκ πάντων γενήσεται. δῆλον δὲ ὡς εἰ καὶ παραλίποιμέν ποτε κατὰ τὰς τοιαύτας διαιρέσεις τὸ ἔκ τινων, ἢ ἐκ πάντων, αὐτὸ χρὴ προσυπακούειν τοὺς

Work

Title: Galen: De Plenitudine
English: On Plethora
Original: Περὶ πλήθους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 513-583

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_064.xml [146 Kb]