Digital Corpus for Graeco-Arabic Studies

Galen: De Plenitudine (On Plethora)

Kühn 1824

ἀναγινώσκοντας τὸ βιβλίον, εἰδότας ὅτι κατὰ τοὺς τοιούτους ἅπαντας λόγους οἱ σύνδεσμοι οὐ διαζευκτικῶς, ἀλλὰ παραδιαζευκτικῶς εἰσιν. ἐκ μὲν δὴ τῶν εἰρημένων εὔδηλον, ὡς ὅστις βούλεται διαγνωστικὸς εἶναι πληθωρικοῦ μορίου, τοῦτον τῶν τε διοικουσῶν ἡμᾶς δυνάμεων ἐπιστήμην ἔχειν ἀναγκαῖόν ἐστιν, ἀνατομῆς τε καὶ φύσεως ἁπάντων ἀκριβῶς τῶν τοῦ ζώου μορίων· ἐκ τούτου γὰρ ὁρμώμενος ἴσως ἄν ποτε ἐξεύροιτο σημεῖα μορίου πληθωρικοῦ.

Εἰ δέ τις ἀληθείας μὲν οὐ πεφρόντικεν, ἐξαπατᾷν δὲ βούλεται τοὺς πέλας, ὅτι εἴη γνούς τι σοφὸν, ἕτοιμεν τούτῳ, κᾂν εἰ μηδὲν ἄλλο, τὰ γοῦν Ἐρασιστράτου κατὰ τὸ πρῶτον ὑγιεινῶν αὐτὸν μαθεῖν· ἐν ἄλλῳ μὲν γὰρ οὐδὲ ἐπεχείρησε πλήθους εἰπεῖν σημεῖα. προσχῶμεν οὖν αὐτοῦ τοῖς ῥήμασι, πρῶτον μὲν ἐν οἷς ἥ τίς ποτέ ἐστιν ἡ γένεσις τῆς πληθώρας φησὶν, οὕτως γὰρ αὐτὸς ὀνομάζει τὸ κατὰ τὰς φλέβας πλῆθος, εἶθ’ ἑξῆς ἐν οἷς τὰ σημεῖα τῆς διαγνώσεως ἐξηγεῖται. ἡ μέντοι γένεσις αὐτῷ τοιάδε. τῆς γὰρ ἀναδιδομένης τροφῆς μήτε καταπεττομένης, μήτε ἐκπονουμένης 

Work

Title: Galen: De Plenitudine
English: On Plethora
Original: Περὶ πλήθους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 513-583

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_064.xml [146 Kb]