Digital Corpus for Graeco-Arabic Studies

Galen: De Plenitudine (On Plethora)

Kühn 1824

κατὰ τὸ εἰθισμένον ἑκάστῳ, μήτε ἄλλως πως ἐκκρινομένης, ἀναγκαῖον ἦ πληροῦσθαι τὰ ἀγγεῖα, τῆς πέψεως καὶ τῆς ἀναδόσεως (καὶ) τὰς κατ’ αὐτὰς ἐνεργείας ἀποδιδουσῶν. καὶ τῆς μὲν προϋπαρχούσης τροφῆς ἐν τοῖς ἀγγείοις οὐδαμῶς καταναλισκομένης, τῆς δ’ ἀπὸ τῶν προσφερομένων ἐπιγιγνομένης, τὰ ἐν τῷ σώματι ἀγγεῖα καὶ ἐπὶ πλέον διατείνεται. ὅταν δὲ μηκέτι ἐπίσαξιν ἐπιδέχηται τὰ ἀγγεῖα, ἐπιφέρηται δὲ ἐκ τῆς κοιλίας ἑτέρα τροφὴ, ὁρμὴν λαμβάνει τὰ ὑπάρχοντα εἰς τὰ παρακείμενα τοῦ πνεύματος ἀγγεῖα. ἔκ τε οὖν τούτου δῆλον, ὅτι περὶ τοῦ κατὰ τὸ ἔγχυμα διαλέγεται πλήθους, ἔκ τε τοῦ καλεῖν αὐτὸ πληθώραν ἰδίως· τοῦτο γὰρ τὸ πάθος ὀνομάζεται πληθώρα μόνον, οὐ τὸ ἕτερον, ὃ πρὸς τὴν δύναμιν κρίνεται. μικρὸν δὲ διελθὼν ὑπὲρ τῆς διαγνώσεως αὐτοῦ, τάδε γράφει. δεῖ οὖν, καθάπερ εἴρηται, πειρᾶσθαι διαγινώσκειν τὴν κατὰ πληθώραν διάθεσιν. κατ’ ἀρχὰς μὲν οὖν αὐτῆς μετρίως πληρουμένων τῶν ἀγγείων, εὐτονώτεροί τε καὶ ἰσχυρότεροι ἑαυτῶν φαίνονται παρὰ τὸ εἰθισμένον· ἐπιπλέον δὲ πληρώσεως ἐρχομένων, παρεμπίπλανται

Work

Title: Galen: De Plenitudine
English: On Plethora
Original: Περὶ πλήθους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 513-583

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_064.xml [146 Kb]