Digital Corpus for Graeco-Arabic Studies

Galen: De Plenitudine (On Plethora)

Kühn 1824

βραχίονές τε καὶ κνῆμαι καὶ χεῖρες, ὥσπερ τοῖς ἀπὸ τῶν γυμνασίων εἰς διάτασιν ἐρχομένοις· ἐπὶ πολὺ δὲ τῆς πληθώρας προαγούσης, ἑλκώδεις τε καὶ βραδύτεραι καὶ δυσκινητότεραί εἰσι, καὶ ὅλη τοῦ σώματος ἡ ἁφὴ τείνεται, ὡς κόπου φαινομένου. πλησίον δὲ ἤδη νόσου ἡ τοιαύτη διάθεσις, ἐὰν μὴ πάνυ ἐπιδεξίως τε καὶ συνετῶς αὐτήν τις λύῃ. συνέχεεν ἐν τούτοις ὁ Ἐρασίστρατος ἑτερογενῶν πληθῶν γνωρίσματα μετὰ τοῦ καὶ προσγράφειν αὐτοῖς ἔνια τῶν οὐκ ἀναγκαίων. ἐπισκέψασθαι δὲ ἔστιν ἀπ’ ἀρχῆς αὐτοῦ τὸν λόγον. ἐν μὲν γὰρ τῷ, κατ’ ἀρχὰς μὲν οὖν αὐτῆς μετρίως πληρουμένων τῶν ἀγγείων, εὐτονώτεροί τε καὶ ἰσχυρότεροι ἑαυτῶν φαίνονται παρὰ τὸ εἰθισμένον, οὐδ’ ἑτέρωθεν ὁ λόγος ἀναγκαίαν ἔχει τὴν ἀκολούθησιν, οὔτε ἀπὸ τῆς διαθέσεως ἐπὶ τὰ γνωρίσματα αὐτῆς, οὔτε ἀπὸ τῶν γνωρισμάτων ἐπὶ τὴν διάθεσιν. οὔτε γὰρ ἀναγκαῖον, ἐπὶ τῶν ἀγγείων μετρίως πληρουμένων εὐτονωτέρους τε καὶ ἰσχυροτέρους ἑαυτῶν φαίνεσθαι, οὔθ’ ὅταν τοιοῦτοι φαίνωνται, μετρίως πεπλήρωνται τὰ ἀγγεῖα. ταῖς τε γὰρ τούτων μετρίαις πληρώσεσιν ἐνδέχεταί ποτε καὶ

Work

Title: Galen: De Plenitudine
English: On Plethora
Original: Περὶ πλήθους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 513-583

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_064.xml [146 Kb]