Digital Corpus for Graeco-Arabic Studies

Galen: De Plenitudine (On Plethora)

Kühn 1824

ἀτονωτέρους γίνεσθαί τινας, ἢ εἰς μηδὲν ἐπιφανὲς ἐπὶ μηδέτερα ὑπαλλάξαι, μήτε ἐπὶ ἰσχὺν μήτε ἐπ’ ἀσθένειαν· εἰ δὲ ἰσχυρότεροι γίνονται ἢ πρόσθεν, ἐγχωρεῖ τούτοις οὐ μόνον συνηυξῆσθαι τῇ δυνάμει τὸ πλῆθος τῶν χυμῶν, ἀλλὰ καὶ μεμειῶσθαί ποτε, καὶ τὴν ἐξ ἀρχῆς ἐνίοτε φυλάττειν ποσότητα. καθ’ ἑκατέραν γὰρ ὑπόθεσιν ἐγχωρεῖ τῷ πρῶτον λεχθέντι τριῶν ἀκολούθησιν εἷναι, τῷ μὲν ηὐξῆσθαι τοὺς χυμοὺς εὐτονίαν τε καὶ ἀτονίαν παρὰ τὴν ἔμπροσθεν κατάστασιν, ἔτι τε τὴν ἐπὶ τῶν αὐτῶν ὅρων μονὴν τῆς δυνάμεως· τῷ δ’ εὐτονώτερον γεγονέναι τό τε ηὐξῆσθαι καὶ τὸ· μεμειῶσθαι, καὶ τὸ συμμέτρους εἶναι τοὺς χυμούς. ἀκουέσθω δ’ ὡσαύτως κατὰ τὸν παρόντα λόγον, ἄν τε χυμοὺς εἴπω ἄν τε αἷμα· διορισθήσεται γὰρ ὑπὲρ αὐτῶν ἐν προήκοντι τῷ λόγῳ. Ἐρασίστρατος μὲν οὖν ἁπλῶς ἀπεφήνατο, μηδεμίαν ἀπόδειξιν οἷς εἶπε προσγράψας· ἡμεῖς δὲ οὐχ ἁπλῶς, ἀλλὰ σὺν ἀποδείξεσιν ἀναγκαίαις ἕκαστον ὧν εἴπομεν ἄρτι πιστούμενοι, τὴν ἀρχὴν κᾀνταῦθα πάλιν ἀπ’ αὐτῶν ποιήσομεν τῶν Ἐρασιστράτου ῥημάτων· εὐτονώτεροί, φησι, καὶ ἰσχυρότεροι φαίνονται.

Work

Title: Galen: De Plenitudine
English: On Plethora
Original: Περὶ πλήθους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 513-583

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_064.xml [146 Kb]