Digital Corpus for Graeco-Arabic Studies

Galen: De Plenitudine (On Plethora)

Kühn 1824

πότερον ἄλλό τι σημαίνει τὸ εὐτονώτεροι τοῦ ἰσχυρότεροι, καὶ δύο ἡμᾶς ἐδίδαξε σημεῖα τοῦ μετρίου πλήθους, ἢ δύο μὲν εἰπὼν ὀνόματα, σημεῖον δὲ ἕν; ἐγὼ δὲ οὐδεμίαν εὑρίσκω τοῦ σημαινομένου διαφορὰν, οὔτε κατὰ τὸ γένος οὔτε κατὰ τὸ εἶδος οὔτε ἐν τῷ μᾶλλον ἢ ἧττον, ἀλλ’ ὑφ’ ἑκατέρου σημαίνεσθαι νομίζω ταὐτόν. εἰ δὲ βούλει, τίθη τὸ ἕτερον ἐπίτασίν τε καὶ αὔξησιν ἐμφαίνειν παρὰ θάτερον, εἶτ’ οὖν τὸ ἰσχυρότεροι παρὰ τὸ εὐτονώτεροι, εἴτε τὸ εὐτονώτεροι παρὰ τὸ ἰσχυρότεροι· ἀλλ’ ὁμοειδές γε πάντως ἐπὶ τὸ σημαινόμενον ἐξ ἀμφοτέρων. ἔνθα δ’ αὔξησίς ἐστι, τοῦ εἴδους μένοντος, ἐνταῦθ’ οὐκ ἔστι διδασκαλία δυοῖν σημαινομένων. εὔδηλον δ’ ὅτι θατέρου γένους τοῦ πλήθους, ὃ πρὸς τὴν δύναμίν ἐστιν, οὐδὲ μέμνηται τὴν ἀρχὴν ὁ Ἐρασίστρατος, οὔτε οὖν κατὰ τοῦτο τὸ βιβλίον οὔτε ἐν τοῖς περὶ πυρετῶν. ἡ γὰρ πληθώρα παρεμπτώσεώς ἐστιν αἰτία κατ’ αὐτὸν, ἐφ’ ᾗ φλεγμοναί τε συνίστανται καὶ πυρετὸς ἕπεται· πληθώρας τε γένεσιν ἐναργῶς ἐδήλωσεν ἐν τῇ προγεγραμμένῃ ῥήσει, καθ’ ἣν ἐπισάττεσθαι τὰ ἐν τῷ σώματι ἀγγεῖα καὶ ἐπιπλεῖστον

Work

Title: Galen: De Plenitudine
English: On Plethora
Original: Περὶ πλήθους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 513-583

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_064.xml [146 Kb]