De Plenitudine (On Plethora)
Kühn 1824
ἐλλιπὲς οὐκ ἐν τούτῳ μόνον Ἐρασιστράτῳ σύνηθες, ἀλλὰ καὶ κατ’ ἄλλα συντάγματα σχεδὸν ἅπαντα.
Τὸ δ’ οὖν εἰρημένον, ὁποῖόν ποτ’ ἂν ᾖ, πάλιν ἐπισκεψώμεθα. πληρουμένων τῶν ἀγγείων μετρίως, ἑαυτῶν εὐτονώτεροι φαίνονται. πότερον ὦ Ἐρασίστρατε κᾄν μηδὲ συναύξηται τῷ πλήθει τοῦ αἵματος ἡ ῥώμη τοῦ σώματος, ἢ καὶ αὐτῆς συναυξανομένης; ἐγὼ μὲν γὰρ ἀναγκαιότατον εἶναί φημι πρὸς τὴν εὐτονίαν τῆς ἐνεργείας καὶ τὴν ῥώμην τῆς δυνάμεως αὐξάνεσθαι. καὶ οὕτως δὲ, εἰ τῇ τοῦ αἵματος αὐξήσει μόνον, τῆς δυνάμεως τὰς ἐνεργείας ἰσχυροτέρας γένεσθαι ἡγῇ, τοῦ Ἀσκληπιάδου μᾶλλον ἀνατρέπειν δόξειας τὰς δυνάμεις. οὐδὲ γὰρ ἐκεῖνος ἀπλῶς οὑτωσί φησιν, ᾧ πλέον αἷμα, πάντως τοῦτον εὐτονώτερον ὑπάρχειν, ᾧ δὲ ἔλαττον, ἐξ ἀνάγκης ἀτονώτερον, ἀλλ’ εὑρήσεις τινὰς εἰπεῖν διορισμοὺς, ὁμολογοῦντας τοῖς φαινομένοις, καίτοι οὐδεμίαν ἡγούμενον ἐν ἡμῖν εἶναι δύναμιν οὔτε ψυχικὴν οὔτε ζωτικήν. ὁρῶνται γάρ τινες οἱ μὲν ἑαυτῶν ἐνίοτε πολυαιμότεροί τε ἄμα καὶ ἰσχυρότεροι
Work
Title: De Plenitudine
English: On Plethora
Original: Περὶ πλήθους
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 513-583
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_064.xml [146 Kb]