Digital Corpus for Graeco-Arabic Studies

Galen: De Plenitudine (On Plethora)

Kühn 1824

γεγονότες, οἱ δὲ ἰσχυρότεροί τε ἅμα καὶ ὀλιγαιμότεροι· ὥστε ἐξανάγκης, οὔτε τῷ πλήθει τοῦ αἵματος αὐξανομένης τῆς ἰσχύος, οὔτε μειώσει καθαιρουμένης, ὀλιγωρότερον εἰρῆσθαι καὶ ταῦτα τῷ Ἐρασιστράτῳ νομιστέον. ὡς εἴ γέ τις ἀνέμνησεν αὐτὸν ὧν ἐγὼ νῦν διῆλθον, οὐκ ἂν ἠρνήσατο, τὴν τῶν ἐνεργειῶν εὐτονίαν οὐκ αὐξήσει τοῦ αἵματος, ἀλλὰ ῥώμῃ τῆς δυνάμεως ἕπεσθαι. ποιήσωμεν οὖν ἡμεῖς ἤδη τὸν λόγον αὐτοῦ τελεώτερον οἷς ἐνδεῶς εἶπε προσθέντες τὸ λεῖπον. ἔσται δὲ τοιοῦτος. αὐξανομένου τοῦ αἵματος ἅμα τῇ δυνάμει, καὶ τὴν εὐτονίαν ἀναγκαῖον αὐξάνεσθαι. καὶ μὴν εἰ καὶ τοῦτο εἴποιμεν, ἀληθὲς μέν τι λέξομεν, οὐδὲν δὲ ἡμῖν εἰς τὰ προκείμενα πλέον οὐδὲ ἐκ τοῦδε. τὸ μὲν γὰρ, οἷς ἄμφω συνηύξηται, τό θ’ αἷμα καὶ ἡ δύναμις, ηὐξῆσθαι καὶ τὴν εὐτονίαν, ἀληθῶς εἰρήσεται, τὸ δ’ οἷς ηὔξηται τὰ τῆς ἰσχύος, ηὐξῆσθαι τούτοις ἐξ ἀνάγκης ἀμφότερα ψεῦδος· οὐ γὰρ ἐξ ἀνάγκης ἡ δύναμις τῷ αἵματι αὐξηθέντι συναύξεται, ἐγχωρεῖ δέ ποτε καὶ τὴν δύναμιν μόνον·

Work

Title: Galen: De Plenitudine
English: On Plethora
Original: Περὶ πλήθους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 513-583

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_064.xml [146 Kb]