Digital Corpus for Graeco-Arabic Studies

Galen: De Plenitudine (On Plethora)

Kühn 1824

ἔχει δυνάμεως. ὥστ’ ἐκ τῶν εἰρημένων δῆλον, ὡς ἡ τῶν ἐνεργειῶν εὐτονία τοῦ μὲν ἐῤῥῶσθαι τὴν δύναμιν ἴδιόν τε ἅμα καὶ ἀχώριστόν ἐστι γνώρισμα, τῆς δὲ αὐξήσεως τοῦ αἵματος οὔτε ἴδιον οὔτε ἀχώριστον. ὃ δὲ ἐφεξῆς εἶπεν Ἐρασίστρατος, ἴδιον μὲν οὐκ ἔστιν, ἀχώριστον δέ ἐστι πληθώρας. ὀνομάζει δὲ αὐτὸ παρεμπίμπλασθαι, σαφέστερον δὲ ὀνομασθείη τείνεσθαι. καὶ γάρτοι καὶ τῶν γυμναστῶν οἱ ἀκριβέστεροι τὸν μέν τινα τῶν κόπων ἑλκώδη, τὸν δὲ τονώδη, τὸν δὲ φλεγμονώδη καλοῦντες, οὐδὲν ἄλλ’ ἐνδείκνυνται τοῦ παρεμπίμπλασθαι τὰ μέλη κατὰ τὸν τονώδη κόπον. τηνικαῦτα γὰρ ἑαυτῶν παρεμπεπλῆσθαι λέγουσιν ὁτιοῦν μόριον, ἐπειδὰν αἰσθάνωνταί τινος ἐν αὐτῷ τάσεως. αἰσθάνονται μὲν οὖν κᾀν τῇ φλεγμονῇ τάσεως, ἀλλ’ ἐκείνῃ μὲν ἤτοι διὰ παντὸς ἢ ὡς τὸ πολὺ σύνεστιν ὁ παρὰ φύσιν σφυγμὸς, ὅν τις ἐναργέστερον ἑρμηνεύων ἐρεῖ πόνον σφυγμώδη· οἷς δ’ οὐδὲν ἄλλο πλὴν τοῦ τείνεσθαι συμβέβηκε, τούτοις οὔτε φλεγμαίνει τὸ τεινόμενον μέρος οὔτε ἐξ ἀνάγκης πληθωρικὸν ὑπάρχει, ἀλλὰ δυοῖν θάτερον, ἤτοι κοπῶδες ἢ πληθωρικόν. ἀλλ’ εἴπερ

Work

Title: Galen: De Plenitudine
English: On Plethora
Original: Περὶ πλήθους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 513-583

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_064.xml [146 Kb]