De Plenitudine (On Plethora)
Kühn 1824
ἢ φαρμάκου δάκνοντος, ἢ κᾀν ταῖς κινήσεσι μόναις γίγνεται. ὥσπερ γὰρ ἡ τάσις οἰκεία ἐν τῷ πλήθει χυμῶν ἐστι διατεινόντων τὰ περιέχοντα, οὕτως ἡ ἑλκώδης αἴσθησις ἕπεται δακνώδει ποιότητι· καὶ διὰ τοῦτο συνίσταται πολλοῖς ἐνίοτε καὶ καθ’ ὅλον τὸ σῶμα, μὴ ὅτι πληθώραν ἔχουσιν, ἀλλὰ μηδὲ τὸ σύμμετρον αἷμα.
Καὶ εἴπερ ταῦθ’ οὕτως ἔχει, καθάπερ οὖν ἔχει, καιρὸς ἤδη διορίσασθαι περί τινος ὧν ἔμπροσθεν ἀνεβαλλόμεθα, ἐπειδὴ ἐσκοπούμεθα μέχρι τοῦ δεῦρο τὰ ὑπ’ Ἐρασιστράτου γεγραμμένα σημεῖα. τὸ γάρτοι πλῆθος, εἴτ’ οὖν πρὸς τὴν δύναμιν, εἴτε πρὸς τὴν τῶν περιεχόντων χώραν νοοῖτο, βέλτιον μὲν ἦν δήπου διορίσασθαι, πότερον ἐν αἵματι μόνῳ, ἢ καὶ τοῖς ἄλλοις ἅπασι χυμοῖς συνίστασθαι πέφυκε· παραλέλειπται δὲ καὶ τοῦτ’ αὐτοῖς ἀδιόριστον. ἐπεὶ τοίνυν οὐ μόνον ταῦτα τὰ παθήματα καταλαμβάνει τοὺς χυμοὺς, ἔνδειά τε καὶ πλῆθος, ἀλλὰ καὶ ποιότης ἄτοπος, πάντας ἠρώτησα τοὺς ἰατροὺς, ὅσοι τε πρὸς τὴν δύναμιν νοοῦσι τὸ πλῆθος ὅσοι τε πρὸς τὴν αὔξησιν τῶν ὑγρῶν, πότερον
Work
Title: De Plenitudine
English: On Plethora
Original: Περὶ πλήθους
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 513-583
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_064.xml [146 Kb]