Digital Corpus for Graeco-Arabic Studies

Galen: De Plenitudine (On Plethora)

Kühn 1824

αὐξηθέντος μόνου τοῦ αἵματος τοσοῦτον, ὡς μὴ στέγεσθαι, τείνεσθαι συμβήσεται ταῖς φλεψί· εἰ δ’ ἤτοι φλέγμα εἰς ὁτιοῦν ἄλλο μόριον, ἢ καὶ αὐτὰς τὰς φλέβας, ἢ καὶ σὺν τούτῳ τε καὶ χωρὶς τούτου χολά τις, ἢ ἰχὼρ, ἢ πνεῦμα φυσῶδες ἐς πλῆθος ἀθροισθείη τοσοῦτον, ὡς μὴ χωρεῖσθαι μηκέτι πρὸς τοῦ περιέχοντος, οὐχὶ καὶ νῦν ἀναγκαῖον ἔσται, τάσεως αἰσθέσθαι τὸ ζῶον; ἂν ὑπάρχῃ τὸ τεινόμενον μόριον αἰσθητικὸν, ἀναγκαῖόν ἐστιν ἐπὶ παντὶ τῷ διατείνοντι καὶ μὴ στεγομένῳ τὴν αἴσθησιν τῆς τάσεως τῷ ζώῳ γενέσθαι, καὶ τὸ πάθημα αὐτὸ καταλαμβάνειν τὰ μόρια, τὴν ὀνομαζομένην τάσιν, ἧς ἐπὶ πλέον αὐξανομένης, ἀνάγκη τε καὶ ῥαγῆναι τὸ τεινόμενον. ἐμοὶ μὲν τοιοῦτον δοκεῖ τοῖς ἐναργῶς φαινομένοις ὁμολογεῖν. ὁρῶνται γὰρ οὐ νεῦρα μόνον, ἢ σχοινία ῥηγνύμενα τῷ βιαίῳ τῆς τάσεως, ἀλλὰ καὶ πίθοι πολλάκις ὑπὸ γλεύκους πνευματωθέντος. ἔναγχος γοῦν ἀγγεῖον κασσιτέρινον εἰς τοσοῦτον διεφυσήθη πρὸς τοῦ περιεχομένου κατ’ αὐτὸ φαρμάκου τοῦ διὰ τῶν ἐχιδνῶν, ὥστε καὶ τὸ περικείμενον αὐτῷ δέρμα καὶ τὸ σχοινίον ᾧ κατεδέδετο ῥαγῆναι καὶ

Work

Title: Galen: De Plenitudine
English: On Plethora
Original: Περὶ πλήθους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 513-583

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_064.xml [146 Kb]