Digital Corpus for Graeco-Arabic Studies

Galen: De Plenitudine (On Plethora)

Kühn 1824

τὸ πῶμα κυρτωθῆναι. καὶ μὲν δὴ καὶ ὅτι μεγίσταις ὀδύναις ἐνίοτε καταλαμβάνονταί τινες, ὑπὸ φυσώδους πνεύματος καταληφθέντος ἔν τισι τοῦ ζώου μέρεσι, καὶ ὡς ἕν τῷ κώλῳ μάλιστα συμβαίνειν εἴωθε τοῦτο, γινώσκειν ἡγοῦμαι πάντας, οἷς ἐπιμελές ἐστιν ἀκολουθεῖν τε καὶ διασκέπτεσθαι τὰ καθ’ ἑκάστην ἡμέραν ἐπὶ τῶν καμνόντων ὁρώμενα. βέλτιον οὖν ὑπὸ πάσης οὐσίας ὑγρᾶς καὶ πνευματώδους εἰς τονώδη διάθεσιν ἄγεσθαι νομίζειν τὰ μόρια, ἢ μόνῳ τῶν χυμῶν αἵματι πληθύνοντι τοιοῦτον ἕπεσθαι πάθημα. μεταβῶμεν οὖν αὖθις πρὸς τοὺς ὡς πρὸς τὴν δύναμιν ἡγουμένους ἀεὶ συνίστασθαι τὸ πλῆθος, ἐρωτήσωμέν τε καὶ τούτους ἕν τι τῶν προχειροτάτων, ὑποθέμενοι τοιάνδε τινα ὑπόθεσιν, ὡς ἐπὶ παραδείγματι. (μόρια) βασταζέτωσαν ἄνθρωποι δύο κατὰ τῶν ὤμων ἀναθέμενοι ὁ μὲν ξύλον, ἢ λίθον, ἤ τι φορτίον βαρύτατον, ὁ δὲ ἕτερος ἀκάνθας ὀλιγίστας, ὀξυτάτας· εἶτ’ ἐρωτήσωμεν ἐπὶ τῷ τοιούτῳ θεάματι τοὺς πρὸς τὴν δύναμιν ἀεὶ νοοῦντας τὸ πλῆθος, εἰ καὶ τὰς ὀλίγας ἀκάνθας ὀνομάζουσι φορτίον, ἢ τὸ μὲν ἀνιᾶσθαι πρὸς ἑκατέρου τῶν βασταζομένων

Work

Title: Galen: De Plenitudine
English: On Plethora
Original: Περὶ πλήθους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 513-583

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_064.xml [146 Kb]