Digital Corpus for Graeco-Arabic Studies

Galen: De Plenitudine (On Plethora)

Kühn 1824

κοινόν τι σύμπτωμα τοῖς ἀνθρώποις ἐστὶν, ἡ δὲ τῆς ἀνίας ἰδέα πάμπολυ διαλλάττουσα· τῷ μὲν γὰρ βαρύνεσθαι χωρὶς τοῦ νύττεσθαι, τῷ δὲ νύττεσθαι χωρὶς τοῦ βαρύνεσθαι συμβέβηκεν. ὅλως δ’ ἄν τις τὸ νύττεσθαι, ἢ δάκνεσθαι, ἢ ὁπωσοῦν ἀνιῶν φορτίον καλῇ καὶ πλῆθος, ἀναγκασθήσεταί ποτε καὶ μίαν ἄκανθαν ἢ βελόνην λεπτοτάτην καλεῖν φορτίον, οὗ τί ἂν εἴη γελοιότερον; ἔστιν οὖν ἄτοπα ταῦτα καὶ παρὰ τὰς κοινὰς ἁπάντων ἀνθρώπων ἐννοίας. ἡμῖν δὲ οὐκ ἀνατρέπειν, ἀλλὰ φυλάττειν τὰς κοινὰς ἐννοίας πρόκειται. πολὺ μὲν οὖν ἡγούμεθα τὸ βαρῦνον, ἀνιαρὸν δὲ τὸ δάκνον, ἢ νύττον, ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλῃ. καὶ μὴν ὅτι δακνώδεις πολλοὶ τῶν χυμῶν εἰσιν, οἱ μὲν ἐν ἡμῖν αὐτοῖς τὴν γένεσιν ἔχοντες, οἱ δὲ ἔξωθεν ἡμῖν ἐπιφερόμενοι, παντὶ τοῦτο πρόδηλον. εἰσὶ δ’ αὐτῶν τέτταρες ἐν τῷ μᾶλλόν τε καὶ ἧττον διαφοραί· μετρίως μὲν γὰρ δάκνοντες κνησμώδεις εἰσὶν, ὥσπερ ἡ σκίλλα· σφοδρότερον δὲ, δακνώδεις, ὥσπερ τὸ κρόμμυον· εἰ γὰρ ἐπὶ πλέον ὁμιλήσειεν ἡμῶν τὸ σῶμα τοιαύτῃ φύσει σώματος, ἑλκωθήσεται·

Work

Title: Galen: De Plenitudine
English: On Plethora
Original: Περὶ πλήθους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 513-583

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_064.xml [146 Kb]