Digital Corpus for Graeco-Arabic Studies

Galen: De Plenitudine (On Plethora)

Kühn 1824

ὡς πρὸς τὴν περιέχουσαν ἑαυτοὺς χώραν, οὐ τὴν δύναμιν τῶν (περιεχομένων) σωμάτων. Ἐρασίστρατος δὲ ἐν τῷ προτέρῳ τῶν ὑγιεινῶν, αὐτὴν μὲν τὴν γένεσιν τῆς πληθώρας διερχόμενος, ἐναργέστατα διδάσκει τὴν τρίτην τῶν εἰρημένων διάθεσιν, ἑξῆς δὲ ἐπὶ τὰ γνωρίσματα τρεπόμενος, οὐ μᾶλλόν τι ταύτης ἢ τὰ τῶν ἄλλων ἔγραψεν. ἡ μὲν γὰρ τάσις ταύτης μόνης, ὅπερ ἐκεῖνος ὠνόμασε παρεμπίμπλασθαι· τὸ δὲ ἑλκώδη γενέσθαι τὴν αἴσθησιν οὔτε τοῦ προειρημένου πλήθους οὔτε τοῦ πρὸς τὴν δύναμιν ἴδιον γνώρισμα· πολὺ δὲ μᾶλλον οὐδὲ τὸ βαρυτέρους τε καὶ δυσκινητοτέρους ἀποτελεῖσθαι· καὶ γὰρ καὶ τοῦτο ἴδιόν ἐστι τοῦ πρὸς τὴν δύναμιν πλήθους. ὀλίγου τοίνυν ἐδέησεν αὐτῷ πᾶσαν ἡμῖν γράψαι τὴν τῶν ἐμπειρικῶν συνδρομήν· ἀμέλει καὶ μέρος τι τῆς τριχρόνου λεγομένης σημειώσεως, ἣν οἱ περὶ τὸν Ἡρόφιλον εἰσήγαγον ὁμοίως τοῖς ἐμπειρικοῖς, ἔγραψεν ἐν τῷ οὕτω φάναι· τῆς γὰρ ἀναδιδομένης τροφῆς μήτε καταπεττομένης μήτε ἐκπονουμένης κατὰ τὸ εἰθισμένον ἑκάστῳ, μήτε ἄλλως πως ἐκκρινομένης οὐδὲν γὰρ διήνεγκεν ἢ ταῦτα εἰπεῖν, ἢ ὡς ἐκεῖνοι λέγουσιν,

Work

Title: Galen: De Plenitudine
English: On Plethora
Original: Περὶ πλήθους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 513-583

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_064.xml [146 Kb]