Digital Corpus for Graeco-Arabic Studies

Galen: De Plenitudine (On Plethora)

Kühn 1824

παραλέλοιπεν, ἃ καὶ αὐτὰ προστιθέασιν οἱ ἐμπειρικοὶ σχεδὸν ἅπαντες, οὐκ ὀλίγοι δὲ τῶν δογματικῶν, ὥσπερ καὶ ἄλλα τινὰ, καθάπερ εἴρηται. καίτοι γε ὧν ὡς ἐν αἵματι μόνῳ τὴν τῆς πληθώρας ὑποτίθεται γένεσιν, οὐ κακῶ, ἐπ’ ἐκείνων πρόσκειται τῇ διαγνώσει τὸ ἔρευθος ἥ τε διάτασις τῶν ἀγγείων· ἔτι γε μὴν μᾶλλον, ὡς τὸ παρεμπίμπλασθαι φάναι βραχίονάς τε καὶ χεῖρας καὶ κνήμας, οὐ μᾶλλον τοῦ κατὰ τὰς σάρκας τε καὶ ὅλους τοὺς μύας πλήθους, ἢ τοῦ τῶν φλεβῶν θήσεται, ἰδίαις ὑποθέσεσιν ἑπόμενος. ἀλλά τοι καὶ οὕτως ἀναγκαῖον ἦν διττὴν ποιήσασθαι διάγνωσιν, ἑτέραν μὲν τοῦ τῶν αἰσθητῶν τούτων φλεβῶν, ἃς ἅπαντες ἄνθρωποι βλέπομεν· τέραν δὲ, ἣν ἐκεῖνος ἐθεάσατο μόνος. οἶμαι τοίνυν ἤδη πρόδηλον γεγονέναι τοῖς γε προσέχουσι τὸν νοῦν, ὡς οὐ μικρὸν εἴη πρᾶγμα διαγνῶναι πλῆθος. ὅπου δ’ ἂν οὐδ’ ἄχρι λόγου διαγνῶναι ῥᾴδιον, ἀλλ’ ἄπορον παντοίως ἐστὶ, σχολῇ γ’ ἂν ἐπὶ τῶν ἔργων ἀπὸ ταὐτομάτου κατορθωθείη μήτε προδιασκεψαμένοις τι περὶ αὐτοῦ μήτ’ ἐξευροῦσιν.

Work

Title: Galen: De Plenitudine
English: On Plethora
Original: Περὶ πλήθους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 513-583

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_064.xml [146 Kb]