Digital Corpus for Graeco-Arabic Studies

Galen: De Plenitudine (On Plethora)

Kühn 1824

οὐ τῶν νῦν ἡμῖν προκειμένων ἔργον οἰκεῖον· ἐγὼ δὲ ἐπειδήπερ οὐ σχολὴν ἀδολεσχεῖν ἄγω νῦν, ἔγνων μὴ νῦν, ἐν δὲ τῷ περὶ φλεβοτομίας λόγῳ τοὺς σκοποὺς ἅπαντας ἐπιδεῖξαι προῄρημαι τοῦ βοηθήματος, οὓς οὐδ’ αὐτούς τις ἀκριβῶς τε καὶ διωρισμένως ἔγραψε.

Ἐάσας οὖν ἐν τῷ παρόντι τὸ πρὸς τοὺς ἐμπειρικοὺς, αὖθις ἐπάνειμι πρὸς τοὺς λογικοὺς, ἕκαστον τῶν συμπτωμάτων ὧν ἔγραψαν ἐπισκοπούμενος. ἔνια μὲν γὰρ αὐτῶν τοῦ πρὸς τὴν δύναμίν εἰσι πλήθους, ἔνια δὲ τοῦ κατὰ τὸ ἔγχυμα, τινὰ δὲ οὐχ ἁπλῶς ἐστι σημεῖα πλήθους, ἀλλὰ τοιοῦδε πλήθους, τινὰ δὲ ὅλως οὐδενὸς πλήθους, ἀλλ’ ἤτοι κακοχυμίας τε καὶ διαφθορᾶς, ἢ ἀῤῥώστου δυνάμεως, ἢ ὄγκου τῶν στερεῶν σωμάτων. ὅτι δὲ οὕτω τοῦτ’ ἔχει, μάθοις ἂν, εἰ προσέχοις τοῖς λεχθησομένοις τὸν νοῦν. ἡ μὲν δὴ τονώδης διάθεσις, ὅταν ἄνευ γυμνασίων συμπίπτῃ, ἐνδείκνυται μὲν πάντως πολλὴν οὐσίαν ἐν αἰσθητικῷ σώματι περιέχεσθαι, οὐ μὴν ἥτις γέ ἐστιν ἡ οὐσία, ἢ τὸ εἶδος αὐτῆς, ἔτ’ ἐνδείκνυται, κατά γε τοῦτο μόνον αὐτὸ τὸ τείνεσθαι, κοινὸν

Work

Title: Galen: De Plenitudine
English: On Plethora
Original: Περὶ πλήθους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 513-583

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_064.xml [146 Kb]