Digital Corpus for Graeco-Arabic Studies

Galen: De Plenitudine (On Plethora)

Kühn 1824

κοινὸν ὑπάρχον ἁπάσης οὐσίας, καὶ λεπτῆς, καὶ παχείας, καὶ μέσης τῇ συστάσει, καὶ πνευματώδους, ἔτι τε θερμῆς τε καὶ ψυχρᾶς, ἢ μέσης, ἀλλ’ ἑτέρων τινῶν δεῖται διαγνωρισμάτων εἰς τὸν τούτου διορισμόν. ἡ δὲ ἐν ταῖς ἐνεργείαις ἀτονία τὴν δύναμιν ἀῤῥωστοτέραν δείκνυσι, τῷ ἐπισχεῖν τὸ κινοῦν, ὡς ἐπὶ χειρῶν κινήσεως ἀσθενοῦς· πολλαῖς γὰρ ἀκολουθεῖ καταστάσεσιν· εἴτε γὰρ αὐξηθείη τινὶ τό τε σαρκῶδες καὶ τὸ πιμελῶδες γένος, ἐν τοῖς αὐτοῖς ὅροις διαμενούσης τῆς δυνάμεως, ἀνάγκη τὰς κινήσεις ἀτονωτέρας γίγνεσθαι, μένοντος μὲν ἴσου τοῦ κινοῦντος, αὐξηθέντος δὲ τοῦ κινουμένου· εἴτε τῶν χυμῶν τις εἷς, ἢ καὶ πάντες ἅμα πλεονάσειαν, μὴ συναυξηθείσης αὐτοῖς τῆς δυνάμεως, ἀνάγκη καὶ νῦν ἀτονωτέρας γενέσθαι τὰς ἐνεργείας· εἴτ’ ἄμφω μὲν συναυξηθείη, τά τε παρεγχύματα καλούμενα καὶ τὰ ὑγρὰ, μὴ συναυξηθείη δὲ ἡ δύναμις, εἴτε τούτων ὡσαύτως ἐχόντων, ἡ δύναμις ἀσθενεστέρα γένοιτο. δύναιτο δ’ ἄν ποτε καὶ ἄμφω συνελθεῖν, ὥστε τὴν δύναμιν ἀῤῥωστοτέραν γενέσθαι, 

Work

Title: Galen: De Plenitudine
English: On Plethora
Original: Περὶ πλήθους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 513-583

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_064.xml [146 Kb]