Digital Corpus for Graeco-Arabic Studies

Galen: De Plenitudine (On Plethora)

Kühn 1824

κατὰ τὸν αὐτὸν τρόπον ἐν αἵματι τὸ μὲν οἷον εὐαιμία τίς ἐστι, τὸ δὲ πολυαιμία. τὸ μὲν δὴ τῆς εὐαιμίας οὐκ ἄδηλον ὅτι καὶ ποιότητι καὶ ποσότητι κατὰ φύσιν ἐστὶν ἀκριβῶς· τὸ δὲ τῆς πολυαιμίας ἄμεμπτον μὲν τῷ ποιῷ, τῷ ποσῷ δὲ οὐκ ἄμεμπτον, ἀλλὰ πάντως μὲν πλέον, ἤτοι γε τοῦ κατὰ φύσιν ἐκ γενετῆς ὑπάρχοντος, ἢ τοῦ πρὸς τὴν δύναμιν. ἐγχωρεῖ γάρ ποτε ἀλλήλοις συναύξεσθαι παρὰ τὴν ἐκ γενετῆς φύσιν ἀμφότερα, καὶ τὴν τῆς δυνάμεως ῥώμην καὶ τὸ πλῆθος τοῦ αἵματος, ὥσπερ ἐν ταῖς ἀθλητικαῖς εὐεξίαις· καὶ γὰρ τὰ ὑγρὰ καὶ σαρκώδη καὶ ἡ δύναμις ἀνάλογον ἀλλήλοις ἐπ’ αὐτῶν συναύξονται. καὶ τοίνυν ἤδη πρόδηλον, ὡς οὐδ’ οἱ τὸν ὄγκον εἰπόντες τοῦ σώματος ἓν τῶν πληθωρικῶν σημείων ἀληθεύουσιν· ὄγκος μὲν γὰρ φλεβῶν πληθωρικὸν ἂν εἴη σημεῖον, ὄγκος δὲ σαρκῶν καὶ πιμελῆς ἐκείνων ἂν εἴη πλῆθος αὐτῶν, οὐ μὴν ὅ γε νῦν ἡμεῖς ζητοῦμεν, ὃ δὴ καὶ πληθώρα καλεῖται. περὶ γὰρ τούτου τοῦ πλήθους, ὃ δηλονότι κένωσιν ἐνδείκνυται, προθέμενοι λέγειν ἐς τοσοῦτον, ὅ ποτε

Work

Title: Galen: De Plenitudine
English: On Plethora
Original: Περὶ πλήθους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 513-583

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_064.xml [146 Kb]