Digital Corpus for Graeco-Arabic Studies

Galen: De Plenitudine (On Plethora)

Kühn 1824

ὁμωνυμίαις ἐνδείκνυται, ἐσφάλησαν ἔνιοί τινες ἐξ αὐτῶν, ὥστε εἰς τὸ τῶν σαρκῶν τε καὶ τῆς πιμελῆς ἀπενεχθῆναι πλῆθος. οὕτω μὲν δὴ μοχθηρὸν πλήθους γνώρισμα, σώματος ὄγκος· αὐτῶν μὲν γὰρ ἂν ἐκείνων εἴη τῶν φλεβῶν ὧν ὁρῶμεν ἐνδεικτικὸς τῆς πληρώσεως, οὐ μὴν ἐξ ἀνάγκης γε τῶν ἐν τῷ βάθει· ἀλλ’ ἐνδέχεταί ποτε καὶ τῶν ἔξω φλεβῶν διατεταμένων οὐχ ὡσαύτως διατετάσθαι καὶ τὰς ἔνδον, οἷον αὐτίκα κρύους μὲν κατασχόντος, εἰς τὸ βάθος ἀπελαύνεται τὸ αἷμα, καὶ λειφαιμοῦσι μὲν οὕτω δὴ αἱ ἐκτὸς, ὡς μηδὲ φαίνεσθαι· πάλιν δὲ ἀλέας γενομένης, ἢ λουσαμένων, ἐπὶ τὸ δέρμα καὶ τὰ ἐκτὸς τοῦ σώματος φέρεται τὸ αἷμα, καταλιπὸν τὸ βάθος· εἰ δὲ καὶ περικαὴς εἴη πυρετὸς, ἀναγκαῖον καὶ τότε καίεσθαι τῷ σώματι, καθάπερ ζέοντι, πνευματοῦσθαί τε καὶ χεῖσθαι. ὥστε ὁ τῶν φλεβῶν ὄγκος οὐκ ἔστιν ἀχώριστον γνώρισμα πλήθους χυμῶν, ἀλλὰ πρῶτον μὲν χρὴ τοιαύτην ὑπάρχειν τῷ σώματι κατάστασιν, ὡς μήτε τὰ ἔνδον τῶν ἔξω μήτε ἐκείνων ταῦτα πλεονεκτεῖν θερμότητι· δεύτερον δὲ, μηδ’ ἄμετρον εἶναι καθ’ ὅλον τὸ ζῶον θερμότητα.

Work

Title: Galen: De Plenitudine
English: On Plethora
Original: Περὶ πλήθους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 513-583

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_064.xml [146 Kb]