Digital Corpus for Graeco-Arabic Studies

Galen: De Plenitudine (On Plethora)

Kühn 1824

ἐπὶ τούτοις προδιορισθεῖσιν εἴη ἄν ποτε σημεῖον ὁ τῶν φλεβῶν ὄγκος αἱματικοῦ πλήθους νῦν λεγομένου, τοῦ κατ’ ἐπικράτησιν· ἀδύνατον γὰρ οὕτως ἀκριβὲς αἷμά ποτε περιέχεσθαι κατὰ τὰς φλέβας, ὡς μηδὲν αὐτῷ μήτε χολῆς ἐμφέρεσθαι, μήτε φλέγματος, μήτε ὀῤῥώδους ἰχῶρος, ὅθεν ἐγὼ κᾀν τοῖς ἔμπροσθεν ἠξίουν ὡσαύτως ἀκούειν, εἴτε τοὺς χυμοὺς πλεονάζειν, εἴθ’ αἷμα φήσαιμι. τοῦ γὰρ ἀμίκτου καὶ καθαροῦ τῶν ἄλλων ὑγρῶν αἵματος οὐδέποτε ἐν ταῖς ψλεψὶ περιεχομένου, δέδεικται γὰρ τοῦθ’ ἡμῖν ἑτέρωθι, ὡς τοῦ μέντοι μικτοῦ, μὴ μέντοι γε ὡς ἔτυχεν, ἀλλ’ ὡς ἐν συμμετρίᾳ τινι τοῖς κατὰ φύσιν ἔχουσι ζώοις, ἐπιμεμιγμένων αὐτῷ τῶν ἄλλων, οὐδὲν διοίσει χυμοὺς ἢ αἷμα προσαγορεύειν. συναυξανομένων γὰρ ἁπάντων ἐν τῇ κατὰ φύσιν συμμετρίᾳ τῷ κατ’ ἐπικράτειαν αἵματι, ταὐτὸν σημαίνει τὸ τῶν χυμῶν ὄνομα, καὶ οὐδὲν διαφέρει τοὺς χυμοὺς ηὐξῆσθαι λέγειν, ἢ τὸ αἷμα, τοῦ λόγου τοῦ φάσκοντος τοὺς χυμοὺς αὐτὸ τοῦτ’ ἐπιδεικνυμένου, τὸ περὶ τὴν ἀρχαίαν ἀναλογίαν πάντως πλεονάσαι, τουτὶ μὲν οὖν ἡμῖν οὕτω διοριζέσθω, πάλιν δ’ ἐπὶ

Work

Title: Galen: De Plenitudine
English: On Plethora
Original: Περὶ πλήθους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 513-583

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_064.xml [146 Kb]