Digital Corpus for Graeco-Arabic Studies

Galen: De Plenitudine (On Plethora)

Kühn 1824

τὸ προκείμενον ἴωμεν. ὁ γὰρ τῶν φλεβῶν ὄγκος ἂν μήτε δι’ ἐπικράτησιν τῆς ἔξωθεν καταστάσεως, μήτε διάχυσίν τε καὶ ζέσιν ᾖ γενόμενος, αἱματικὸν εἶναι τὸ πλῆθος ἐνδείκνυται. χρὴ δὲ μηδὲ κατάῤῥοπον ἐσχηματίσθαι τὸ τοιοῦτον μόριον, ἢ κεκινῆσθαι προσφάτως ὑπὲρ τὰ ἄλλα· διὸ καί τινι λόγῳ περιλαβὼν ἄν τις ἅπαντας τοὺς κατὰ μέρος διορισμοὺς, τότ’ ἐνδείκνυσθαι φήσει τὸν ὄγκον τῶν φλεβῶν αἵματος πλῆθος, ὅταν ἅπαντα τὰ μόρια τὴν αὐτὴν κατάστασιν ἔχῃ μετὰ συμμέτρου θερμασίας, ὡς εἴγε ὡσαύτως μὲν ἅπαντα διακέοιτο, θερμότης δὲ ἄμετρος ὑπάρχοι, χύσις ἐν τῷδε γίγνεται τῶν χυμῶν εἰς ὄγκον αἴρουσα τὰς φλέβας, οὐ μὴν αἱματικόν γε τὸ πλῆθος, ἀλλὰ πνευματικὸν ἐνδείκνυται· πνευματοῦνται γὰρ οἱ χυμοὶ θερμαινόμενοι, διὸ καὶ ὅσοι τὸν ὄγκον τῶν φλεβῶν ἀπεφήναντο πλῆθος σημαίνειν, ἐὰν δὴ προσυπακούσῃ τις ἐν τῷ λόγῳ τὸ κατ’ ἐκείνας τὰς φλέβας, ἐν αἷσπερ ἂν ᾖ τοῦτο γινόμενον, ὀρθῶς εἰρηκέναι δόξουσι· πλείων γὰρ ἡ οὐσία τῆς πρόσθεν ἐξ ἀνάγκης ἐστὶν ἡ τὸν ὄγκον ἐργασαμένη ταῖς φλεψὶν, οὐ μὴν ἤδη γέ πω δῆλον, ὁποῖόν τι τὸ πλῆθός 

Work

Title: Galen: De Plenitudine
English: On Plethora
Original: Περὶ πλήθους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 513-583

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_064.xml [146 Kb]