Digital Corpus for Graeco-Arabic Studies

Galen: De Plenitudine (On Plethora)

Kühn 1824

ἐστιν· ἁπάσης γὰρ οὐσίας πολλῆς ὁ παρὰ φύσιν ὄγκος κοινὸς, εἴτ’ οὖν αἷμα καθαρὸν, εἴτε χολῶδες, εἴτε ὀῤῥῶδες, εἴτε φλεγματικὸν, εἴτε πνευματικὸν ὑπάρχοι. ὥσπερ δὲ τοῦτο κοινὸν ἁπάσης πλήθους διαφορᾶς, οὕτω καὶ τὸ τείνεσθαι τὰς φλέβας· ἕπεται γὰρ καὶ τοῦτο τῷ ποσῷ τοῦ πλήθους, οὐ τῇ κατ’ εἶδος διαφορᾷ. ὥστε ὁ ὄγκος καὶ ἡ τονώδης αἴσθησις οὐ μᾶλλόν τι χυμῶν ἢ πνεύματος ἐνδείξεται πλῆθος. εἰ μὲν οὖν τις ὧδέ πως ἀποφαίνοιτο, κατὰ τὰς τονώδεις αἰσθήσεις ἐξ ἀνάγκης πλῆθός ἐστιν, ἀληθὲς ἐρεῖ· καὶ μέντοι κᾂν οὕτως φήσειε, τὸ ἐν αἰσθητικοῖς μέρεσι πλῆθος ἐπιφέρει τινὰ διάθεσιν, ἀληθὲς ἐρεῖ καὶ αὐτός· εἰ δέ τις ἐάσας τὸ γενικὸν ὄνομα τὸ πλῆθος ἢ τοὺς χυμοὺς, αἷμα παραλάβοι κατὰ τὸν λόγον, οὐκ ἐξ ἀνάγκης ἀληθεύσει δι’ ἃς εἴπομεν αἰτίας. ὅτι δ’ οὐδὲ πλήθους ἁπλῶς, ἀλλὰ τοῦ τε μᾶλλόν τε καὶ ἧττον ἐν αὐτῷ, διαφορὰ κατὰ τε τοὺς ὄγκους ἐστὶ τῶν φλεβῶν καὶ τὴν τονώδη διάθεσιν, ἐνθένδε δῆλον. οὐδὲν μόριον ὀδυνᾶται πληρούμενον, ἄνευ τοῦ προγενέσθαι τάσιν αὐτῷ βιαίαν·

Work

Title: Galen: De Plenitudine
English: On Plethora
Original: Περὶ πλήθους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 513-583

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_064.xml [146 Kb]