Digital Corpus for Graeco-Arabic Studies

Galen: De Plenitudine (On Plethora)

Kühn 1824

εἰ δ’ εἰς ὄγκον μὲν αἴροιτο, μηδέπω δέ γε βιαίως, οὐδέπω τείνεται· διὸ τῶν ὄγκων ὁ μὲν σὺν τῇ τάσει πλέον ἐνδείξεται πλῆθος· ὁ δ’ ἄνευ ταύτης, ἧττον. πῶς οὖν ἐνίοτε τὴν ἀρχὴν μὲν οὐδεὶς ὄγκος φαίνεται κατὰ τὰς φλέβας, ἡ τονώδης δέ ἐστιν ἰσχυρὰ αἴσθησις; χρὴ γὰρ δήπου τοῖς μεγίστοις ὄγκοις ἐζεῦχθαι τὴν τοῦ τείνεσθαι διάθεσιν. ἢ διότι ἔστιν ὅτε ὁ ὄγκος ἐν ταῖς διὰ βάθους φλεψὶ μόναις διατείνει, ἢ εἴπερ ἐν τῷ πρὸς τὶ τὸ πλῆθος, ὑπὲρ οὗ νῦν διαλεγόμεθα, τό τε πρὸς τὴν εὐρύτητα τῶν ἀγγείων, ὃ δὴ πλῆθος λέγομεν, οὐδέπω τεινομένων αὐτῶν, τό τε πρὸς τὴν τοῦ χιτῶνος τάσιν, δηλονότι τοῦ μὲν ὄγκου τῶν φλεβῶν ἡ γένεσις ἐπιδίδοται, εἰς πλῆθος αὐξομένου τοῦ αἵματος ὑπὲρ τὴν φυσικὴν ἑκάστου συμμετρίαν, ὥστε πρὸς ἐκείνην λέγεσθαι τὸ πολύ· τὸ δὲ τείνεσθαι τὸν χιτῶνα τῆς ὡς πρὸς αὐτὸν συμμετρίας ἐνδείκνυται (διὰ) ὑπερβολήν. οὐ γὰρ ἔστι κατὰ φύσιν οὐδὲ τοῦτον τείνεσθαι. ἑκάτερον οὖν ἐστι πολὺ, τό τε ὡς πρὸς τὴν κατὰ φύσιν συμμετρίαν αἷμα καὶ πρὸς τὴν τοῦ χιτῶνος τάσιν. ἐμνημόνευσε δὲ Ἐρασίστρατος ἀμφοτέρων,

Work

Title: Galen: De Plenitudine
English: On Plethora
Original: Περὶ πλήθους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 513-583

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_064.xml [146 Kb]