Digital Corpus for Graeco-Arabic Studies

Galen: De Plenitudine (On Plethora)

Kühn 1824

οὐ διηρθρωμένως μὲν, οὐδ’ οὕτω σαφῶς, ὡς ἐγὼ νῦν, ὅμως ὥστε ἐμφῆναι, διττὴν εἶναι φύσιν τοῦ πράγματος. ἐν μὲν γὰρ τῷ φάναι· κατ’ ἀρχὰς μὲν οὖν καὶ μετρίως πληρουμένων τῶν ἀγγείων, εὐτονώτεροί τε καὶ ἰσχυρότεροι ἑαυτῶν φαίνονται παρὰ τὸ εἰθισμένον· ἐνεδείξατο τὴν ὑπὲρ τὸ κατὰ φύσιν ἑκάστῳ τοῦ αἵματος ἀμετρίαν· ἐν οἷς δὲ ἑξῆς ἐπιφέρων φησίν· ἐπιπλέον δὲ πληρώσεως ἐρχομένων, παρεμπίμπλανται βραχίονές τε καὶ χεῖρες καὶ κνῆμαι· τὴν ὡς πρὸς τοὺς περιέχοντας τὸ αἷμα χιτῶνας· ὥστε ὅρους εἶναι δύο τῆς τοῦ αἵματος ὑπὲρ τὸ κατὰ φύσιν αὐξήσεως, ἕνα μὲν ἐν τῷ πληροῦσθαι τῶν φλεβῶν τοὺς χιτῶνας εἰς ὄγκον αἰρομένους ὑπὲρ τὸ κατὰ φύσιν ἑκάστω, τὸν δὲ ἕτερον, ἐν ᾧ πρὸς τούτῳ τείνεσθαι συμβαίνει, μηδ’ ἑτέρου τούτων ὁρωμένου ἐν τῷ πρὸς τὴν δύναμιν πλήθει. περὶ μὲν δὴ τούτων ἱκανὰ καὶ ταῦτα.

Τὸ δὲ ἔρευθος, οὗ καὶ αὐτοῦ μνημονεύουσιν, οὐ πλήθους μὲν ἁπλῶς, ἀλλ’ αἱματικοῦ πλήθους γνώρισμα. δεήσεται δὲ καὶ αὐτὸ τῶν διορισμῶν, ὧνπερ ὁ ὄγκος·

Work

Title: Galen: De Plenitudine
English: On Plethora
Original: Περὶ πλήθους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 513-583

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_064.xml [146 Kb]