Digital Corpus for Graeco-Arabic Studies

Galen: De Plenitudine (On Plethora)

Kühn 1824

εἰ γὰρ διά τι τῶν ἔξωθεν, οἷον ἥλιον, ἢ λουτρὸν, ἢ γυμνάσιον, ἢ πορείαν, ἢ ἁπλῶς εἰπεῖν θερμασίαν, οὕτω δὲ καὶ θυμὸν, αἰδώ τε καὶ ὅσα τοιαῦτα, καὶ ὀξεῖς δὲ πυρετοὶ τούτου τοῦ γένους εἰσίν. ὅταν οὖν ὁμαλὴ μὲν ὅλου τοῦ σώματος ἡ διάθεσις εἴη, μηδὲν δὲ ὧν εἴρηκα παρῇ, τότ’ ἂν εἴη τὸ ἔρευθος αἱματικοῦ πλήθους γνώρισμα τοῦ καθ’ ὅλον τὸ ζῶον· εἰ δὲ μὴ, ἀλλά γε κατ’ ἐκεῖνο τὸ μέρος, ἐν ᾧ φαίνεται· καὶ γὰρ καὶ ταῖς φλεγμοναῖς, εἴτ’ ἐν τοῖς μυσὶν εἴτ’ ἐν τοῖς δέρμασι συνίστανται, τὸ τοιοῦτον ἕπεται χρῶμα, πληθωρικοῖς ὑπάρχουσι νοσήμασιν. ἀλλὰ περὶ φλεγμονῶν αὐτάρκως ἐν ἑτέρῳ λέλεκται γράμματι, καθ’ ὃ περὶ τῶν παρὰ φύσιν ὄγκων ἐπεσκεπτόμεθα, δεικνύντες ἅπαντας αὐτοὺς ὑπὸ πλήθους ὑγρῶν ἄλλοτε εἰς ἄλλο μέρος κατασκηπτόντων συνίστασθαι· νυνὶ δὲ οὐ περὶ τούτων, ἀλλ’ ὡς εἴρηται πρόσθεν, ὑπὲρ ἐκείνου τοῦ πλήθους ὁ λόγος ἐστὶν, ὃ καλεῖται πληθώρα, πλεονεξίας χυμῶν ἐν ὅλῳ τῷ σώματι συνισταμένης. οὐχ οὕτω δέ φαμεν ἐν ὅλῳ τῷ σώματι συνίστασθαι

Work

Title: Galen: De Plenitudine
English: On Plethora
Original: Περὶ πλήθους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 513-583

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_064.xml [146 Kb]