Digital Corpus for Graeco-Arabic Studies

Galen: De Plenitudine (On Plethora)

Kühn 1824

πλῆθος, ὡς ἀμφότερα τὰ γένη τῶν σωμάτων βεβλάφθαι, τό τε τῶν ἀγγείων καὶ τῶν σαρκῶν· ἐγχωρεῖ γὰρ ἐνίοτε καὶ μόνον θάτερον, ὡς εἰ καὶ ὁπότερον ἂν καταληφθείη μέρος, οὐ καθ’ ἕν τι μόριον ἢ δύο τούτου συμβεβηκότος, ἀλλ’ ἤτοι καθ’ ὅλον τὸ ζῶον, ἢ κατὰ τὰ πλεῖστά τε καὶ κυριώτατα μόρια. καὶ τοίνυν καὶ τὸν ὄγκον ὁποῖός τίς ἐστιν ἐξευρεῖν, ἱκανῶς γεγυμνασμένου περὶ τὰς διαγνώσεις ἀνδρὸς δεῖται. κατὰ γοῦν τὸ σαρκῶδες γένος ἕτερος μὲν ὄγκος ὁ τῶν σαρκῶν αὐτῶν ἐστιν, ἕτερος δὲ ὁ τῶν ὑγρῶν, ὥσπερ ἐρίου τινὸς ἢ σπογγιᾶς τῆς σαρκὸς ἐμπεπλησμένης ὑγρότητος περιττῆς· ἀλλὰ τὸ μὲν τοιοῦτον πλῆθος ἐν ταῖς σαρξὶν ἀνάλογόν ἐστι τῷ κατὰ τὸ ἔγχυμα καλουμένῳ ἐπὶ τῶν ἀγγείων, τὸ δὲ ἕτερον πλῆθος τῷ πρὸς τὴν δύναμιν, ἢ μετὰ βάρους· μεμνημένων ἡμῶν, ὅτι μηδὲν διήνεγκεν, ἢ περὶ συνθέτου σαρκὸς, ἢ περὶ μυῶν διαλέγεσθαι, καὶ ὡς εἴ ποτε περὶ πλήθους ὁ λόγος γίγνοιτο τοῦ κατὰ τὰς σάρκας, τοὺς μῦς ἀκουστέον ἐστὶν, οὐ τὴν ἁπλῆν ἐκείνην σάρκα, τὴν ὑπό τινων ὀνομαζομένην παρέγχυμα. κατὰ μέντοι τὰς ἀρτηρίας καὶ τὰς φλέβας οὐχ 

Work

Title: Galen: De Plenitudine
English: On Plethora
Original: Περὶ πλήθους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 513-583

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_064.xml [146 Kb]