Digital Corpus for Graeco-Arabic Studies

Galen: De Plenitudine (On Plethora)

Kühn 1824

ὁμοίως αἰσθητόν ἐστι τὸ πρὸς τὴν δύναμιν πλῆθος αὐτοῖς τοῖς κάμνουσιν, ἀλλ’ ὅσοι περ ἂν ὦσιν αἰσθητικώτατοι φύσει, μόνοις τοῖς τοιούτοις ἀμυδρόν τι καὶ βύθιον βάρος ἐμφαίνεται κατὰ τὸ σῶμα· διὸ χρὴ ζητεῖν ἕτερά τινα σαφέστερα τοῦ τοιούτου πλήθους γνωρίσματα. ῥᾳθύμως δὲ τῶν πλείστων ἰατρῶν ἐσχηκότων ἀμφ’ αὐτὸ, καὶ τῶν μὲν οὐδ’ ὅλως ἐπισκεψαμένων, ἐνίων δὲ ἐλλιπῶς, οὐδὲν εὕρηται βεβαιότερον γνώρισμα τῆς τῶν ἀρτηριῶν κινήσεως, ἣν ἐν ταῖς περὶ τῶν σφυγμῶν πραγματείαις αὐτάρκως ἐξηγησάμεθα. τὰ πολλὰ μὲν γὰρ ὁμοῦ ταῖς ἀρτηρίαις αἱ φλέβες ἐν πληθώρᾳ καθίστανται, διὰ τὴν σύῤῥοιαν τῶν ἀγγείων, ἣν πολλάκις ἐν ἑτέροις ἀπεδείξαμεν· ἔστιν ὅτε δὲ χυμῶν γλίσχρων, ἢ παχέων ἠσθροισμένων ἐν ταῖς φλεψὶν, οὐκ εὐπετὴς ἡ μετάληψις αὐτῶν εἰς τὰς ἀρτηρίας γίγνεται, σπάνιον δέ ἐστι τὸ τοιοῦτον· εἰ μὴ γὰρ ἐσχάτως εἶεν παχεῖς, ἢ γλίσχροι χυμοὶ, μεταῤῥυήσονται πάντως. ἐν μὲν δὴ ταῖς τοιαύταις διαθέσεσιν οὐδὲν ἐναργὲς γνώρισμα τοῦ κατὰ τὰς φλέβας ἠθροισμένου πλήθους ἐκ (δὲ) τῆς τῶν ἀρτηριῶν κινήσεως ἔνεστι λαβεῖν, εἰ καὶ ὅτι μάλιστα τῷ Νικάρχῳ καὶ Πραξαγόρᾳ δοκεῖ, καίτοι μὴ μεταδιδοῦσι

Work

Title: Galen: De Plenitudine
English: On Plethora
Original: Περὶ πλήθους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 513-583

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_064.xml [146 Kb]