Digital Corpus for Graeco-Arabic Studies

Galen: De Plenitudine (On Plethora)

Kühn 1824

συμπτωμάτων οὐδέτερον ἐργάσασθαι δύναται, οὔτ’ οὖν τὸν ὄγκον οὔτε τὸ βάρος· ἕτερον γάρ τι πρὸς ταύτης ἔσται πάθημα πρὶν ἐς τοσοῦτον αὐξηθῆναι. μόνον δ’, εἴπερ ἄρα, τὸ φλέγμα, καὶ τοῦτο οὐχ ἅπαν ἁπλῶς, ἀλλὰ τὸ κατὰ τοὺς λευκοφλεγματίας ὀνομαζομένους ὑδέρους ἐν ὅλῳ τῷ σώματι δυνήσεται πλεονάσαι. δῆλον δὲ ὡς καὶ τὸν ὠμὸν ὀνομαζόμενον χυμὸν ἕν τι τῶν φλέγματος εἰδῶν ἔν γε τῷ νῦν λόγῳ τίθεσθαι χρὴ, ὡς εἴγε ἕτερον ἐκείνου θήσομεν πρὸς αἷς εἴπομεν ἄρτι πλήθους διαφοραῖς, ἀναγκαῖόν ἐστι προσθεῖναι καὶ τὴν ἐκ τοῦ τοιούτου χυμοῦ· παχύτερος δὲ τοῦ ἄλλου φλέγματος ὁ χυμὸς οὗτος, ἧττόν τε πνευματικὸς, οἷος ἐν τοῖς οὔροις ὑφίσταται μάλιστα τοῖς ἐξ ἀδδηφαγίας πολλὴν ὑπόστασιν ἔτνει τε κυάμων ὁμοίαν ἔχουσι· καὶ μὴν καὶ διεχώρησε κάτω πολλάκις ὁ τοιοῦτος ἀθρόως χυμὸς ἐκείνοις τῶν σωμάτων, ὅσα γυμνασίων μὲν ἀπείχετο, παμπόλλοις δὲ ἐδέσμασιν ἐχρᾶτο, καὶ λουτροῖς ἐπὶ τροφαῖς· ἀλλὰ καὶ τούτῳ τῷ χυμῷ, καθάπερ καὶ τῷ φλέγματι, λευκή τις ἄχροια καθ’ ὅλον τὸ σῶμα συνυπάρχει. τὰ δ’ ἄλλα τοῦ φλέγματος εἴδη τὸ μέν

Work

Title: Galen: De Plenitudine
English: On Plethora
Original: Περὶ πλήθους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 513-583

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_064.xml [146 Kb]