Digital Corpus for Graeco-Arabic Studies

Galen: De Plenitudine (On Plethora)

Kühn 1824

σκέψασθαι προὔκειτο· πλεονεξία δέ ἐστι τοῦτο τῶν καθ’ ὅλον τὸ σῶμα τοῦ ζώου χυμῶν. οὔτ’ οὖν τῶν κατὰ μέρος ὄγκων οὔτε κακοχυμίας ἀκούειν χρὴ ποθεῖν ἐν τῷ λόγῳ τῷδε τὰς ἰδέας, ἀλλ’ ὅταν ἤτοι κατὰ τὴν ἀρχαίαν ἀναλογίαν αὐξηθῶσιν ἅπαντες, ἤ τινα βραχεῖαν ὑπεροχὴν ἐξ αὐτῶν εἷς λάβῃ. τὸ μὲν οὖν αἷμα παμπόλλην ὑπεροχὴν δύναται λαβεῖν ἐν ταῖς πληθωρικαῖς διαθέσεσι, τῶν δὲ ἄλλων χυμῶν οὐδείς· κακοχυμία γὰρ ἤδη τό γε τοιοῦτον, οὐκ ἔτι πλῆθος, οὐδὲ πληθώρα καλεῖται. διὸ καὶ σφυγμοὶ κατὰ μὲν τὰς κακοχυμίας οἰκεῖοι τῇ φύσει τῶν χυμῶν ἀκριβῶς εἰσιν· ἐπὶ δὲ τοῖς εἰρημένοις πλήθεσιν οὐχ ὁμοίως ἐναργεῖς ἀποσώζουσι τὰς διαφορὰς, ὅτι σὺν αἵματι δαψιλεῖ πάντως ἐστὶν ὁ πλεονάζων χυμός· ὅταν δὲ κρατήσῃ σφοδρῶς, ἐπὶ μὲν τῇ ξανθῇ χολῇ τοιούτους ἀνάγκη γενέσθαι σφυγμοὺς, οἵους εἴπομεν ἕπεσθαι, ξηραινομένης τε καὶ θερμαινομένη τῆς καρδίας· ἐπὶ δὲ τῇ μελαίνῃ τοιούτους αὖ πάλιν, οἵους ἔφαμεν, εἰ ψύχοιτό τε καὶ ξηραίνοιτο, γίγνεσθαι· κατὰ δὲ τὸν αὐτὸν

Work

Title: Galen: De Plenitudine
English: On Plethora
Original: Περὶ πλήθους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 513-583

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_064.xml [146 Kb]