Digital Corpus for Graeco-Arabic Studies

Galen: De Plenitudine (On Plethora)

Kühn 1824

λόγον, εἰ νικήσειέν ποτε τὸ φλέγμα τοὺς ἄλλους, ψυχρᾶς καὶ ὑγρᾶς διαθέσεως ἐκγόνους ἀποτελέσει σφυγμούς. αἵματι δὲ τῷ μὲν ἀκριβῶς κατὰ φύσιν οὐδεμία τῆς ἀρχαίας καταστάσεως ἀλλοίωσις ἕπεται· τῷ δὲ ὑγροτέρῳ πλεονάζοντι καὶ οἱ σφυγμοὶ συναλλοιοῦνται, καθάπερ εἰ θερμότερόν τε καὶ ψυχρότερον ἑαυτοῦ γένοιτο. διῄρηται δὲ ἐν τῇ περὶ τῶν σφυγμῶν πραγματείᾳ τὰ τοιαῦτα σύμπαντα· νῦν δὲ ἀρκέσει τό γε τοσοῦτον εἰπεῖν, ὡς ἐξ ἀργίας μὲν καὶ διαίτης ὑγρᾶς ὑγρότερον ἑαυτοῦ γένοιτ’ ἂν τὸ αἷμα, πλεονεξίᾳ τῶν ὑδατωδῶν περιττωμάτων· ἐπὶ θυμῷ δὲ καὶ γυμνασίοις, ἐγκαύσεσί τε καὶ τρίψεσι, καὶ φαρμάκῳ θερμαίνοντι, καὶ τροφῇ τοιαύτῃ, καὶ οἴνοις ἀκρατεστέροις καὶ παλαιοτέροις θερμότερον, ὥσπέρ γε καὶ διά τινα ψύξιν ὑπόγυιον ψυχρότερον. εἰ δὲ ἐπὶ πλέον ἐδέσμασι χρήσαιτό τις ξηροτέροις τὴν κρᾶσιν, οὐ μὴν ἄλλην τινὰ ἔχουσι δυσκρασίαν, ξηρότερον ἐκεῖνο γένοιτ’ ἂν τὸ αἷμα. καὶ δὴ καὶ κατὰ συζυγίαν ὑγρότερόν τε καὶ ψυχρότερον, ἢ ψυχρότερόν τε καὶ ξηρότερον, θερμότερόν τε καὶ ὑγρότερον, ἢ θερμότερόν τε καὶ ξηρότερον ἐπὶ τοῖς εἰρημένοις

Work

Title: Galen: De Plenitudine
English: On Plethora
Original: Περὶ πλήθους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 513-583

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_064.xml [146 Kb]