Digital Corpus for Graeco-Arabic Studies

Galen: De Plenitudine (On Plethora)

Kühn 1824

αἰτίοις ἀποτελεσθήσεται, χωρὶς τοῦ τῶν ἄλλων τινὰ πλεονεκτῆσαι χυμῶν. εἰ δὲ καὶ διὰ τὴν ἐκείνων μίξιν εἰς δυσκρασίαν ἀφίκοιτο, μετὰ κακοχυμίας ἂν ἡ τοιαύτη δυσκρασία συσταίη, λεγομένου μὲν ἔτι καὶ νῦν ἤτοι θερμοτέρου γεγονέναι τοῦ αἵματος, ἢ ψυχροτέρου τε καὶ ὑγροτέρου, καὶ κατὰ τὰς ἑτέρας δυσκρασίας ἓξ, ὀκτὼ γὰρ ἦσαν αἱ σύμπασαι, καθ’ ἕτερον δέ τοι τρόπον, οὐχ ὡς ὁπότε μόνον αὐτὸ καθ’ ἑαυτὸ τοιοῦτον ὑπῆρχεν. οἱ σφυγμοὶ δὲ κατὰ τὰς δυσκρασίας τὰς ὀκτὼ τὴν ἰδέαν ἐκείνην ἕξουσιν, οἵαν ἐν τῇ τῶν σφυγμῶν πραγματείᾳ διήλθομεν· εἴτε δ’, ὡς εἵρηται, μόνου τοῦ αἵματός ἐστιν, εἴτε διά τινα ἐπιμιξίαν χυμοῦ, διορίζεσθαι χρὴ τῇ τε συνούσῃ χρόᾳ παντὸς τοῦ σώματος καὶ τοῖς ἄλλοις συμπτώμασιν, ὅσα περὶ ὕπνου καὶ ἐγρηγόρσεως, ἢ ὀρέξεως καὶ ἀνορεξίας, ἢ εἴτι τοιοῦτον, μικρὸν ἔμπροσθεν εἴρηται, καὶ τῇ προηγησαμένῃ διαίτῃ, καὶ τοῖς γυμνασίοις, καὶ τοῖς αὐτῷ τῷ κάμνοντι συμπίπτειν εἰθισμένοις, ἔτι τε τῇ ὥρᾳ καὶ τῇ χώρᾳ καὶ τῇ φυσικῇ πυκνότητι καὶ ἀραιότητι τοῦ σώματος· ἄμεινον γὰρ ἐκ πάντων τὸ πιστὸν τῇ διαγνώσει λαμβάνειν, οὐκ ἐξ ἑνὸς ἢ δυοῖν, εὖ εἰδότας ὡς αὐτὸ μόνον ἐν τῇ

Work

Title: Galen: De Plenitudine
English: On Plethora
Original: Περὶ πλήθους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 513-583

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_064.xml [146 Kb]